1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

ἐπιεικείᾳ, τῷ Θεῷ μετ' ἀκριβείας ἀνακειμένους, αὐτοὺς θαυμάζομεν, ἐπαινοῦμεν, ἀνακηρύττομεν, ἐπειδήπερ αὕτη ἀνθρώπου μάλιστά ἐστιν ἡ δόξα. Ταῦτα γοῦν εἰδότες, μηδένα ζηλωτὸν εἶναι νομίζετε τῶν ἐκεῖνα περιβεβλημένων, ἃ μηδὲν πρὸς αὐτὸν ἔχει κοινόν. Κἂν ἴδῃς ἐπὶ ὀχήματός τινα καθήμενον, τὰς ὀφρῦς ἀνασπῶντα, ἀνατεινόμενον, αὐτῶν ἁπτόμενον τῶν νεφελῶν, οὐ τῇ φύσει τοῦ πράγματος (οὐ γὰρ δυνατὸν), ἀλλὰ τῇ ἀπονοίᾳ τῆς ψυχῆς, μᾶλλον δὲ τῇ ἀνοίᾳ, μὴ νόμιζε τοῦτον ἔνδοξον, μηδὲ ὑψηλὸν καὶ μέγαν. Ὑψηλὸν γὰρ οὐχ ἡμίονοι ποιοῦσιν ἕλκουσαι, ἀλλ' ἀρετῆς κορυφὴ πρὸς τὰς ἁψῖδας ἀνάγουσα τῶν οὐρανῶν. Κἂν ἄλλον θεάσῃ ἐφ' ἵππου καθήμενον, πολλοὺς ἔχοντα τοὺς ῥαβδούχους, καὶ σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, μηδὲ τοῦτον μακαρίζῃς διὰ ταῦτα, ἀλλ' ἀνάπτυξον αὐτοῦ τὴν ψυχὴν, καὶ τότε περὶ αὐτοῦ ψηφίζου ταῦτα, ἅπερ ἡ ἐκείνης ὄψις ὑποβάλλει. Ὡς τά γε νῦν ὁρώμενα καταγέλαστα. Τί γὰρ σοβεῖς ἐπὶ τῆς ἀγορᾶς; εἰπέ μοι· τί δὲ ἐλαύνεις τοὺς ἀπαντῶντας, καὶ φυγαδεύεις, ἄνθρωπος ὢν, ἄνθρωπον; Τίς ὁ τῦφος; τίς ἡ ἀπόνοια; Μὴ γὰρ λύκος γέγονας, ἢ λέων, ὡς εἰσιὼν εἰς πόλιν ἅπαντας εἰς φυγὴν τρέπειν; Μᾶλλον δὲ λύκος μὲν λύκον οὐκ ἄν ποτε ἐλάσῃ, οὐδὲ λέων λέοντα, ἀλλὰ συναγελάζονται, τὴν κοινωνίαν τῆς φύσεως αἰδούμενοι· σὺ δὲ, ὁ μετὰ τῆς φύσεως καὶ ἕτερα πολλὰ δικαιώματα ἔχων ἡμερότητος, ταπεινοφροσύνης, ἰσονομίας, τί γίνῃ τῶν θηρίων θηριωδέστερος, καὶ διὰ τὸ ἄλογον τῶν λογικῶν καταφρονεῖς; Καὶ ὁ μὲν ∆εσπότης σου εἰς οὐρανὸν ἀνήγαγε τὸν ἄνθρωπον, σὺ δὲ οὐδὲ ἀγορᾶς αὐτῷ μεταδίδως; Τί δὲ λέγω εἰς οὐρανόν; Εἰς θρόνον ἐκάθισε βασιλικὸν, σὺ δὲ καὶ τῆς πόλεως ἐξελαύνεις; Τί δέ σοι καὶ ὁ χαλινὸς εἶναι βούλεται ὁ χρυσοῦς, ὁ τὸν ἵππον κατακοσμῶν; ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς; Τί δὲ οὐκ ἀνέχῃ, ἄνθρωπος ὢν, ἀνθρώποις ἀναμίγνυσθαι, ἀλλ' ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ ἐννοεῖς ὅτι καὶ ὁ ∆εσπότης σου μετὰ τελωνῶν ἤσθιε, 55.515 καὶ μετὰ πόρνης διελέγετο, καὶ μετὰ λῃστῶν ἐσταυροῦτο, καὶ τοῖς ἀνθρώποις συνανεμίγνυτο· ἀλλὰ τῷ τύφῳ καὶ τῇ ἀπονοίᾳ τυραννούμενος, ἀπολλύεις καὶ τὸ ἄνθρωπος εἶναι; Ἐντεῦθεν ἡμῖν ἡ πολλὴ τῆς ἐλεημοσύνης ὑπεροψία, ἐντεῦθεν ὁ τῆς πλεονεξίας ἔρως, ἐντεῦθεν ἡ ὠμότης καὶ ἀπανθρωπία. Ὅταν γὰρ καὶ χαλινὸν χρυσοῦν τῷ ἵππῳ περιθῇς, καὶ μανιάκην χρυσοῦν τῷ οἰκέτῃ, καὶ πέταλα χρυσᾶ τῷ λίθῳ, καὶ δέρματα χρυσᾶ παρὰ σοὶ, καὶ ἱμάτια χρυσᾶ, καὶ ζώνη[ν] χρυσῆ[ν], καὶ ὑποδήματα, καὶ τοσαύτας τῆς πονηρίας ταύτης σαυτῷ περιθῇς ἀνάγκας, βουλόμενος τὴν ἀκόρεστον ἐπιθυμίαν πληροῦν, καὶ τροφὴν, τῷ πάντων ὠμοτάτῳ θηρίῳ παρέχειν, τῇ φιλαργυρίᾳ λέγω· τότε καὶ ὀρφανοὺς ἀποδύεις, καὶ χήρας γυμνοῖς, καὶ κοινὸς περιέρχῃ πολέμιος ἅπασι, μάταιόν τινα ἀνελίττων πόνον, καὶ δρόμον οὐδὲν ἔχοντα πέρας χρηστόν. Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν; τί τὸ κέρδος; τίς ἡ ὠφέλεια τῆς ψυχῆς; τίς ὄνησις σώματος; ποία πρόσοδος οἰκίας, Τοὐναντίον μὲν ἅπαν, ἄκαιρος δαπάνη, ἀνάλωμα ἀλογίας γέμον, ἀσελγείας ὑπόθεσις, διδασκαλεῖον κακίας, βαναύσου βίου καὶ διαῤῥέοντος ἀφορμὴ, φθορὰ ψυχῆς, ὁδὸς ἐπὶ μυρία φέρουσα κακά. Αἱ δὲ κλῖναι αἱ ἀργυρένδετοι, αἱ χρυσόπαστοι, καὶ τὰ ὑποπόδια, καὶ οἱ λέβητες οἱ ἐντεῦθεν κατεσκευασμένοι, καὶ ὁ πολὺς γέλως, τί σοι τὸν βίον ὀρθῶσαι δύναται; τί δὲ ἀμείνω σε ἐποίησεν, ἢ τὴν σύνοικον, ἢ ἄλλον τινὰ τῶν κατὰ τὴν οἰκίαν; Οὐκ ἐντεῦθεν λῃσταὶ καὶ τοιχωρύχοι πολλοί; οὐκ ἐντεῦθεν οἰκέται δραπετεύουσιν; Ὅταν γὰρ πανταχοῦ βλέποντες ἄργυρον ἴδωσι στίλβοντα, τρέφεται ἐν