1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

ὑμῶν, εὖ οἶδ' ὅτι, τῆς ἱστορίας ἀκοῦσαι ἐκείνης· καὶ τὴν ὠδῖνα ταύτην ἡμεῖς παρετείναμεν, οὐχὶ τὴν ὀδύνην ὑμῖν ἐπιτεῖναι βουλόμενοι, ἀλλὰ τὴν ἐπιθυμίαν αὐξῆσαι σπουδάζοντες, ὥστε ἡδίστην ὑμῖν φανῆναι τὴν ἡμετέραν ἑστίασιν. Οἱ μὲν γὰρ εὔποροι τῶν ἑστιατόρων, ἐὰν ἐμπεπλησμένους λάβωσι τοὺς δαιτυμόνας, δύναιντ' ἂν τῇ πολυτελείᾳ τῶν παρασκευασθέντων διεγεῖραι τὴν ἐπιθυμίαν αὐτοῖς· τὴν δὲ τῶν πενήτων τράπεζαν οὐδὲν οὕτω ποιεῖ φαίνεσθαι λαμπράν, ὡς τὸ πεινῶντας ἀπαντῆσαι τοὺς μέλλοντας μετέχειν αὐτῆς. Τίς οὖν ἐστιν Ὀζίας καὶ τίνων ἀπόγονος καὶ τίνων βασιλεὺς καὶ πόσον ἐβασίλευσε χρόνον καὶ τί μὲν κατώρθωσεν, τί δὲ διήμαρτεν, πῶς δὲ τὸν βίον κατέλυσεν; Ἅπαντα ταῦτα πρὸς ὑμᾶς ἐροῦμεν νῦν, μᾶλλον δὲ ὅσα δυνατὸν εἰπεῖν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν· ὃ γίνεται καὶ ἐπὶ τοῦ λυχνιαίου πυρός. Ἂν μὲν γὰρ ἐκεῖ κατὰ πικρὸν ἐπιστάξῃς τῇ θρυαλλίδι τὸ ἔλαιον, ἱκανὴν ἔδωκας τῷ πυρὶ τὴν τροφήν· ἂν δὲ ἀθρόον καταχέῃς, καὶ τὴν οὖσαν φλόγα κατέσβεσας. Οὗτος τοίνυν ὁ Ὀζίας ἀπόγονος μὲν ἦν τοῦ ∆αυίδ, βασιλεὺς δὲ τῶν Ἰουδαίων· ἐβασίλευσε δὲ δύο καὶ πεντήκοντα ἔτη· καὶ τὰ πρῶτα εὐδόκιμος ὤν, ὕστερον εἰς ἁμαρτίαν κατέπεσεν. Μείζονα γὰρ τῆς οἰκείας φρονήσας ἀξίας, ἐπεπήδησε τῇ τῆς ἱερωσύνης ἀρχῇ. Τοσοῦτόν ἐστιν ἀπόνοια κακόν· καὶ γὰρ ἑαυτόν τινα ἕκαστον ἀγνοεῖν ἀναπείθει καὶ μετὰ πολλοὺς πόνους ἅπαντα κενοῖ τῆς ἀρετῆς τὸν θησαυρόν. Καὶ τὰ μὲν ἄλλα κακὰ ῥᾳθυμούντων ἡμῶν περιγίνεσθαι πέφυκεν, αὕτη δὲ κατορθοῦσιν ἡμῖν ἐπιφύεται. Οὐδὲν γὰρ οὕτως ἀπόνοιαν τίκτειν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν, ἐὰν μὴ προσέχωμεν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς εἰδὼς ὅτι μετὰ τὰ κατορθώματα ἐπεισέρχεται τοῦτο τὸ πάθος ἡμῖν τοῖς μαθηταῖς ἔλεγεν· "Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν." Ὅταν γὰρ ἐπεισιέναι μέλλῃ τὸ θηρίον ὑμῖν, τότε διὰ τῶν ῥημάτων τούτων, φησίν, ἀποκλείετε τὰς θύρας αὐτῷ. Καὶ οὐκ εἶπεν· Ὅταν πάντα ποιήσητε, ἀχρεῖοί ἐστε, ἀλλ'· "Ὑμεῖς λέγετε ὅτι ἀχρεῖοί ἐσμεν." Εἰπέ, μὴ φοβηθῇς, οὐ γὰρ ἀπὸ τῆς κρίσεως τῆς σῆς φέρω τὴν ψῆφον ἐγώ. Ἂν γὰρ σὺ σαυτὸν εἴπῃς ἀχρεῖον, ἐγώ σε ὡς χρήσιμον στεφανῶ. Οὕτω καὶ ἀλλαχοῦ φησιν· "Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς." Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων μετὰ τὴν κατηγορίαν τοῦ ἁμαρτάνοντος θάνατος· ἐπὶ δὲ τοῦ θείου δικαστηρίου μετὰ τὴν κατηγορίαν τῶν ἁμαρτημάτων στέφανος. ∆ιὸ καὶ ὁ Σολομῶν ἔλεγε· "Μὴ δικαίου σεαυτὸν ἐνώπιον Κυρίου." Ἀλλ' οὐδενὸς τούτων ἤκουσεν ὁ Ὀζίας, ἀλλ' ἐπεισῆλθεν εἰς τὸν ναὸν καὶ θυμιᾶν ἐβούλετο καὶ τοῦ ἱερέως κωλύοντος οὐκ ἠνείχετο. Τί οὖν ὁ Θεός; Ἐπαφῆκεν αὐτῷ λέπραν κατὰ τοῦ μετώπου, τὴν ἀναίσχυντον κολάζων ὄψιν καὶ παιδεύων αὐτὸν ὅτι θεῖόν ἐστι τὸ δικαστήριον καὶ οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν ταῦτα. Φέρε δὴ οὖν ἄνωθεν τὴν ἱστορίαν αὐτὴν ἐπέλθωμεν. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς προλαβὼν ἐν βραχεῖ διηγησάμην ὑμῖν τὰ συμβεβη κότα πάντα, ἵν' ὅταν ἀκούητε τῆς Γραφῆς ταῦτα ἀπαγγελλούσης, παρακολουθῆτε μετὰ ἀκριβείας αὐτοῖς. Ἀλλὰ προσέχετε. "Καὶ ἐποίησε, φησίν, Ὀζίας τὸ εὐθὲς ἐνώπιον Κυρίου." Μεγάλην αὐτῷ διὰ τούτων ἐμαρτύρησεν ἀρετήν. Οὐ γὰρ τὸ εὐθὲς ἐποίει μόνον, ἀλλὰ καὶ ἐνώπιον τοῦ Θεοῦ, οὐ πρὸς ἐπίδειξιν ἀνθρώπων, καθάπερ ἐκεῖνοι οἱ παρὰ τοῖς Ἰουδαίοις πρὸ τῆς ἐλεημοσύνης σαλπίζοντες, οἱ ἐν ταῖς νηστείαις τὰ πρόσωπα ἀφανίζοντες, οἱ τὰς εὐχὰς ἐν ταῖς ἀμφόδοις ποιούμενοι· ὧν τί γένοιτ' ἂν ἀθλιώτερον, ὅταν τοὺς μὲν πόνους ὑπομένωσιν, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης; 3.2 Τί ποιεῖς, ἄνθρωπε; ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων; ἕτερον ἔχεις δικαστὴν καὶ ἕτερον καθίζεις θεατήν; Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης ἄνω καθημένης ἐν ταῖς τῶν