1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

13

ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες; ἢ ἄλλα τινὰ θαύματα ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσωμεν. Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ' ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. ∆ιὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύτης· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ' εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάννης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἶδες πόσον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ' ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή. Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦλος βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προσεύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον· Ἑγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Συγκαταβαίνουσι τοῖς ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖς 51.84 ἐκεῖνοι. Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ' εὐκολίας ἐπιτυχεῖν τῆς θήρας· οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, μετ' εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ γὰρ ὁ Χριστός φησι· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην ἐν τῷ ἱερῷ. ∆ιὰ τί ἐν τῷ ἱερῷ; Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι, διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱερὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετήρηται. Καὶ γὰρ εἶπον ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυσία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς