ἑαυτῷ. ∆ιπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, <ἢ> ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει. Πάντα μὲν οὖν σεμνὰ τὰ ἐκ πολέμων λάφυρα, σεμνότερα <δὲ> πάντων ἐλέφας φέρει· οὐκ ἀσπὶς οὕτως στρατηγοῦ τιμία, οὐ θώραξ ἀριστέως πεφονευμένου, ὡς ἐλέφας ζῶν αἰχμάλωτος ἢ τὰ τοῦ ἐλέφαντος ἀκροθίνια βασιλεῖ νενικηκότι. 1.19 Γεωργίας παράδοξα Οὐδὲ μὴν ἐνταυθοῖ παραλειφθήσεται τὰ γεωργικὰ ἴσα καὶ πανταχοῦ· ἕξει γάρ τινα καὶ τοῖς πολεμοῦσι χρήσιμα. Μακάριον μὲν γῆν πάμφορον ἐπ' εἰρήνης γεωργεῖν, καρπὸν ποικίλον διαφόρων δεχό μενον ὡρῶν, δρέπεσθαι, θερίζειν, τρυγᾶν, λαμβάνοντα διαψιλῆ πλοῦτον ἐκ χώρας μιᾶς, μὴ δεόμενον ἀγαθῶν ξένων, μηδὲ περιμένοντα περαίας ἐλπίδας. Νυνὶ δὲ πάντα <αἱ χῶραι οὐ φέρουσι πᾶσαι>· αἳ μέν, ὑπερβολῇ κρύους, μόνα τρέφουσαι λήϊα, ψαμμώδεις ἄλλαι ἄμπελον ἢ ἐλαίαν τρυγῶσαι· τὰ δὲ πολὺ ἡπλωμένα πεδία σπάνιον τὸν οἶνον κέκτηται καὶ φέρει, τὰ δὲ κἂν φαῦλον μόνον. Ἀμφοτέρων οὖν πορισώμεθα μηχανήν· εὑρεῖν οὐκ ὄντος, καὶ τοῦ φαύλου τὴν ἐς τὸ κρεῖττον μεταβολήν. ∆εκαπλάσιον ἔστω μεθ' ὕδατος οἴνου μέτρον· εἶθ' ἑψέσθω πολλῷ πυρί, ἔστ' ἂν τὸ δέκατον τοῦ κράματος ἀπαναλωθῇ· ζημία τοῦ ὕδατος γίγνεται, κέρδος δὲ τοῦ οἴνου γεγενημένου κρείττονος τὴν ἀρετὴν ἧς ἡ φλὸξ μήτηρ. Τοῦτο δρῶντες οἱ παλαιοὶ ἐφήμισαν ὅτι τὸν ∆ιόνυσον τὸ πῦρ ἐμαιώσατο. Ὅσοι δὲ ἀμπέλους οὐκ ἔχουσιν, οὐδὲ τὸν ἀπὸ τῶνδε τῶν φυτῶν εὐτυχήκασι καρπόν, ἐμιμήσαντο οἶνον ἑτέρων ἢ σπερμάτων ἢ ἀκροδρύων σκευασίᾳ ἢ ῥιζῶν συνθέσει, τὴν καθαροῦ ὕδατος πόσιν παραιτούμενοι. Πίνουσι γοῦν ζῦθον Αἰγύπτιοι, κάμον Παίονες, Κελτοὶ κερβησίαν, σίκερα Βαβυλώνιοι. ∆ιόνυσος γὰρ αὐτοὺς κατέλιπεν ὠργισμένος καὶ οὐδὲν ἐκείνοις ἀμπελουργίας ἐδωρήσατο, μόνοις τὰ ἐπινίκια γεωργοῖς Ἕλλησι τηρῶν [ἀλαζὼν ὁ λόγος]. ∆ιόνυσον μιμησώμεθα, προπίωμεν ἀνθρώποις τὴν δίχα βότρυος φιλοτησίαν· ἑτέρους οἴνου δημιουργοὺς οἶδα καρπούς. [Οἴνου σκευασία]. Ἥδε οὖν οἴνου σκευασία· ἰσχάδων μνᾶ αʹ, θαλάσσης καθαρᾶς χόες γʹ, δεσμίδια γλυκυρίζου βʹ. Κόψας τὰς ῥίζας καὶ βαλὼν εἰς κεράμιον ἐκ τοῦ σύκου εἶτ' αὖθις ἐν μέρει τῆς ῥίζης διεί ρας ἕως τρίς, καὶ τότε ἐπίχει τὴν θάλασσαν [ὑπὸ δὲ τὸ ἀγγεῖον ἱππομάραθρον ἔστω ὡς δεσμίδια δύο] καὶ ἔα βρέχεσθαι ἡμέρας εʹ καὶ ἀπόχει διὰ ἠθμοῦ [καὶ ἔστω γλυκύς]· εἶτα ὕδωρ γλυκὺ τὸ αὐτὸ μέτρον δὸς καὶ ἔασον ἡμέρας εʹ βρέχεσθαι καὶ τοῦτο διηθήσας μίξον τῷ προτέρῳ· εἶτα πωμάσας ἀπόθου ἐν σκιᾷ καὶ ἔσται οἶνος καλός. Εἰ δὲ ἐγχέας ὕδωρ ἐάσαις ἐπὶ τούτοις ἡμέρας ζʹ βρέχεσθαι ἀποσειρώσας τε ἐμβάλλοις τὰ ἀπὸ τῶν κεραμίων στέμφυλα καὶ πωμάσας ἕως ἡμέρας δέκα [Ὄξους σκευασία], ποιήσεις ὄξος [ποίει δὲ χειμῶνος]. Καὶ αὐτοῦ δὲ τοῦ ὄξους οὐκ ἀμελητέον. Ὄξος πολλαπλασιοῦται εἰ, τεῦτλον ἀναζέσας, εἰς τὸν χοῦν τοῦ ὕδατος ἐπιβάλλοις γλυκυρίζου Κρητικοῦ δραχμὰς δʹ καὶ ζέσας προσεμβάλλοις Ἑλληνικοῦ νίτρου δραχμὴν αʹ· ταύτῃ μίγνυται τῇ σκευασίᾳ ὄξους μέτρῳ αʹ ὕδατος τὸ διπλάσιον. Πᾶν δὲ ὄξος ἐπιτείνεται προσμισγομένων τῷ μετρητῇ πεπέριδος δραχμῶν εʹ ἀρκεύθου δ' ἐπίσης. Τὰ μὲν οὖν περὶ μόνην διαφθορὰν οἴνου ἐλπὶς βραδεῖα καὶ οὐκ εὐχῆς γεωργοῦ, καὶ ἀναγκαζόμενον εἰς τάχος τὸ ὄξος οἶδα παντοδαποῖς ἐπιτηδεύμασι, τραπέντος ἤδη καὶ μεταβληθέντος ἐπὶ τὸ χεῖρον. Οἳ μὲν γὰρ κεκαυμένας ἐμβάλλουσι κριθάς, οἳ δὲ κέραμον πεπυρωμένον, καὶ ἄλλοι σίδηρον. Ἐμβάλλεται δὲ πολλάκις καὶ μέλι. Ἐγὼ δὲ ὄξος αὐτοφυὲς ἐργάσομαι καὶ γλυκύ, χρῆσιν καὶ ἡδονὴν φέρον, δίχα τῆς οἴνου ζημίας. Ἀρκεῖ γὰρ ἐκθλιβὲν τὸ γίγαρτον· τοῖς στεμφύλοις ἅμα ἀποβρέχεται εἰς ὕδωρ, ὡς γλεύκους ποιότητα τὸ ὕδωρ λαβεῖν· εἶτα εἰς λέβητα βληθὲν ὑποκαίεται καὶ ἕψεται μέχρι τῆς ἡμισείας καὶ ψυγὲν δὲ εἰς ἕτερον σκεῦος μεταγγίζεται. Μεταβάλλει μὲν οὖν ὡς ὕδατι μεμιγμένον, γλυκὺ δὲ μένει ὡς γλεῦκος καθηψημένον. Γένοιτο δ' ἂν καὶ δίχα σταφυλῆς ὄξος· στροβίλους περυσινοὺς τοὺς τελείους ὑγρᾷ πίσσῃ πίσσωσον καὶ περίκαυσον μέχρι κατακαυθῇ ἡ πίσσα· εἶτα μελίτωσον αὐτοὺς πτερῷ πάντας. Ἔστω δὲ ὕδωρ ἐν ἀγγείῳ μεγάλῳ, οἱ δὲ