κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα. ταῦτα τὰ ῥητὰ σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ' εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται. 97 οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι· καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται· καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις· καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστιν. 98 ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ' ὅτι καί τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προειρημένων ἔχεται πλάνης. 99 δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν "ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν", καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ' ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα "εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνῶστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ". ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, "ἰδοὺ" γὰρ "ἔσομαι μεθ' ὑμῶν" ἔφη "πάσας τὰς ἡμέρας" τῆς ζωῆς ὑμῶν "ἕως τῆς συντελείας τοῦ αἰῶνος". εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά, "ἐλθέτω θάνατος ἐπ' αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν". τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον ὄντες. 100 ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ' ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλα σφημίαν, "ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ" κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν "τὸ πονηρόν". ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν "εἷς ὁ θεός", εἶτα μετὰ τὸν ἕνα θεόν φησιν "εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς". εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ' αὐτόν. "ἐπικατάρατος" γὰρ "ἄνθρωπος" ὁ προφήτης Ἱερεμίας ἔφη "ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον". 101 ἀλλ' ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φροντίσας, ὡς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποστόλου θεολογίαν ἐξηγούμενος, "εἷς θεὸς" ἔφη "εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς". καὶ ὁ ταῦτα γράψας καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γραφῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν "ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος". ὁρᾷς ὅπως (ὥσπερ προϊδὼν τῷ πνεύματι τὴν τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ "ὡς ἄνθρωπος" ἔγραψεν καὶ "ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος",