1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

13

κινήσεως τῷ σώματι; τὸ γὰρ λέγειν ἀφ' ἑαυτῶν κινεῖσθαι τὰ στοιχεῖα, τὰ μὲν κοῦφα ὄντα φύσει, τὰ δὲ βαρέα, ψεῦδός ἐστιν. εἰ γὰρ ἡ κουφότης καὶ βαρύτης κίνησίς ἐστιν, οὐδέποτε στήσεται τὰ κοῦφα καὶ βαρέα· ἵσταται δέ, τὸν οἰκεῖον καταλαβόντα τόπον· οὐκ ἄρα βαρύτης καὶ κουφότης αἰτίαι πρώτης κινήσεώς εἰσιν, ἀλλὰ ποιότητες τῶν στοιχείων. ἐὰν δὲ καὶ τοῦτο δοθῇ, πῶς τὸ λογίζεσθαι καὶ δοξάζειν καὶ κρίνειν δύναται κουφότητος καὶ βαρύτητος ἔργα εἶναι; εἰ δὲ μὴ τούτων, οὐδὲ τῶν στοιχείων· εἰ δὲ μὴ τῶν στοιχείων, οὐδὲ τῶν σωμάτων. ἔτι εἰ κατὰ συμβεβηκὸς ἡ ψυχὴ κινεῖται, τὸ δὲ σῶμα ἐξ ἑαυτοῦ, καὶ μὴ οὔσης τῆς ψυχῆς, ἐξ ἑαυτοῦ τὸ σῶμα κινηθήσεται· εἰ δὲ τοῦτο, καὶ ζῷον ἔσται χωρὶς τῆς ψυχῆς· ἄτοπα δὲ ταῦτα· ἄτοπον ἄρα καὶ τὸ ἐξ ἀρχῆς. ἀλλ' οὐδὲ τὸ λέγειν ὅτι πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖται, καὶ πᾶν τὸ βίᾳ κινούμενον καὶ φύσει κινεῖται ἀληθές ἐστιν. ὁ γὰρ κόσμος, φύσει κινούμενος, βίᾳ οὐ κινεῖται· οὐ μὴν οὐδὲ εἴ τι κατὰ φύσιν κινεῖται τοῦτο καὶ κατὰ φύσιν ἠρεμεῖ. καὶ γὰρ ὁ κόσμος καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, κατὰ φύσιν κινούμενοι, κατὰ φύσιν ἠρεμεῖν οὐ δύνανται, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχή, κατὰ φύσιν κινουμένη, κατὰ φύσιν ἠρεμεῖν οὐ δύναται. ἡ γὰρ ἠρεμία φθορὰ τῆς ψυχῆς ἐστι καὶ παντὸς ἀεικινήτου. πρὸς τούτοις καὶ τὸ ἀπορούμενον ἐξ ἀρχῆς ἄλυτον μένει, πόθεν τὸ σῶμα συνέχεται, φύσει πεφυκὸς σκεδάννυσθαι. ἀρκεῖ καὶ ταῦτα ἐκ πολλῶν ἀποδεῖξαι τὴν ψυχὴν μήτε ἐντελέχειαν οὖσαν μήτε ἀκίνητον μήτε ἐν σώματι γεννωμένην. Πυθαγόρας δὲ συμβολικῶς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ πάντα τοῖς ἀριθμοῖς εἰωθώς, ὡρίσατο καὶ τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα, ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν, οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχὴ ἀλλ' ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα τῷ μορφὰς καὶ τύπους ἑκάστοις ἐπιβάλλειν. αὕτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα καὶ διάφορα αὐτὰ ἀποφαίνουσα τῇ τε ἑτερότητι τῶν εἰδῶν καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιοῦσα τὰ πράγματα. ὅθεν οὐ παντάπασιν ἀπήλλακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας. τὸ δὲ αὐτοκίνητον καὶ αὐτὸς αὐτῇ προσεμαρτύρησεν. § ὅτι δὲ ἀριθμὸς οὐκ ἔστι δῆλον ἐντεῦθεν. § ὁ ἀριθμὸς ποσόν ἐστιν· ἡ δὲ ψυχὴ οὐ ποσὸν ἀλλ' οὐσία· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή, εἰ καὶ τὰ μάλιστα καὶ τὸν ἀριθμὸν ἐν τοῖς νοητοῖς οὐσίαν εἶναι βούλονται, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. § ἔτι ἡ ψυχὴ συνεχής ἐστιν· ὁ δὲ ἀριθμὸς οὐ συνεχής· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. § ἔτι ὁ ἀριθμὸς ἤτοι ἄρτιός ἐστιν ἢ περιττός· ἡ δὲ ψυχὴ οὔτε ἄρτιος οὔτε περιττή· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. § ἔτι ὁ ἀριθμὸς κατὰ προσθήκην αὔξεται· ἡ δὲ ψυχὴ κατὰ προσθήκην οὐκ αὔξεται. § ἔτι ἡ ψυχὴ αὐτοκίνητός ἐστιν· ὁ δὲ ἀριθμὸς ὁ ὡρισμένος ἀκίνητος. § ἔτι ὁ μὲν ἀριθμὸς μένων εἷς καὶ ὁ αὐτὸς τὴν φύσιν οὐδεμίαν ποιότητα τὴν ἐν ἀριθμοῖς γινομένην ὑπαλλάξαι δύναται· ψυχὴ δὲ μία καὶ ἡ αὐτὴ μένουσα κατὰ τὴν οὐσίαν ὑπαλλάττει τὰς ποιότητας ἐξ ἀμαθίας εἰς ἐπιστήμην μεταπίπτουσα καὶ ἐκ κακίας εἰς ἀρετήν· οὐκ ἄρα ἀριθμὸς ἡ ψυχή. τὰ μὲν οὖν τῶν παλαιῶν δόγματα περὶ ψυχῆς τοιαῦτα. Εὐνόμιος δὲ ὡρίσατο τὴν ψυχὴν οὐσίαν ἀσώματον ἐν σώματι κτιζομένην, συμφορήσας ὁμοῦ πάντα χρήματα· τὸ μὲν γὰρ οὐσίαν ἀσώματον ἐκ τῆς ἀληθείας εἴληφεν, τὸ δὲ ἐν σώματι κτιζομένην ἐκ τῆς Ἀριστοτέλους διδασκαλίας, οὐκ ἐννοήσας καίπερ ὀξὺς ὢν ὅτι συνάγειν εἰς ταὐτὸ πειρᾶται τὰ ἀσύμβατα. πᾶν γὰρ τὸ γένεσιν ἔχον σωματικὴν ὁμοῦ καὶ χρονικὴν φθαρτόν ἐστι καὶ θνητόν. συνᾴδει δὲ τούτοις καὶ τὰ Μωϋσέως· τὴν γὰρ τῶν αἰσθητῶν γένεσιν ὑπογράφων, οὐκ ἐν αὐτῇ καὶ τὴν τῶν νοητῶν ῥητῶς ἔφησεν ὑποστῆναι φύσιν· ἀλλ' εἰκάζοντές τινες τοῦτο δοξάζουσιν, οἷς οὐ πάντες συμφέρονται. εἰ δέ τις ἐκ τοῦ μετὰ τὴν διάπλασιν τοῦ σώματος ἐμβεβλῆσθαι τὴν ψυχὴν ἡγοῖτο μετὰ τὸ σῶμα γεγενῆσθαι αὐτήν, διαμαρτάνει τῆς ἀληθείας. οὔτε γὰρ ὁ Μωϋσῆς τότε αὐτὴν ἐκτίσθαι λέγει ὅτε τῷ σώματι ἐνεβάλλετο· οὔτε κατὰ λόγον οὕτως ἔχει. ἢ τοίνυν θνητὴν αὐτὴν λεγέτω ὡς Ἀριστοτέλης, φήσας αὐτὴν ἐν σώματι γεννᾶσθαι, καὶ ὡς οἱ Στωϊκοί· ἢ λέγων οὐσίαν