14
τοὺς ἀγγέλους εἰς Σόδομα καὶ Γόμορρα λέγει· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ποῖος φίλος οὕτως ἀποκαλύπτει μυστήρια φίλῳ, ὡς ὁ θεὸς ἀπεκάλυψε τῷ Ἀβραάμ; Καὶ νομίζω μέχρι καὶ τῆς σήμερον μὴ ὑπάρξαι τοιοῦτον παρὰ θεοῦ τοῖς λεγομένοις Ἐγκρατέσιν ἢ Ἀποτακτίταις, ὃ ὑπῆρξε τῷ Ἀβραὰμ τῷ ἐσθίοντι κρέα καὶ συνοικοῦντι γυναικί. Τί δὲ καὶ περὶ τοῦ Ἰσαὰκ ἐροῦσι τοῦ φαγόντος τοὺς ἐρίφους ἐσκευασμένους ὑπὸ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἰσενεχθέντας ὑπὸ Ἰακὼβ τοῦ υἱοῦ αὐτοῦ, πῶς φαγὼν τῶν ἐδεσμάτων καὶ πιὼν τοῦ οἴνου εὐλόγησε τὸν Ἰακὼβ λέγων· ∆ῴη σοι ὁ θεὸς ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σε ἄρχοντες καὶ γίνῃ κύριος τοῦ ἀδελφοῦ σου. Καὶ οὐ διέπεσεν εἷς λόγος τῆς εὐλογίας, ἀλλ' ἐπῆλθε πᾶσα ἡ πατρικὴ εὐλογία ἐπὶ τὸν Ἰακώβ. Τί δὲ καὶ περὶ αὐτοῦ τοῦ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων, λέγω δὴ Μωϋσέως καὶ Ἀαρὼν καὶ ἀκολούθως πάντων τῶν ἁγίων τῶν ἐννόμων εὐαρεστησάντων τῷ θεῷ, πῶς πάντες ἤσθιον κρέας καὶ ηὐχαρίστουν τῷ δημιουργῷ; Αὐτὸς δὲ ὁ ἅγιος Σαμουὴλ ὁ τριετὴς ἀποδοθεὶς τῷ οἴκῳ τοῦ θεοῦ καὶ ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἀνατραφείς, μεταλαμβάνει τῶν κτισμάτων τοῦ θεοῦ καὶ τὸν Σαοὺλ χρίσας εἰς βασιλέα ἐπέτρεψε τούτῳ ἐσθίειν καὶ παντὶ τῷ λαῷ. Καί τις προφήτης περὶ αὐτῶν· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Καὶ ἦν ἀκολούθως εἰπεῖν περὶ πάντων τῶν ἁγίων, πῶς πάντες μετ' εὐχαριστίας τῶν κτισμάτων τοῦ θεοῦ μετελάμβανον καὶ τὸν δημιουργὸν ἐδόξαζον. Ἀλλ' ἵνα μὴ τῷ πλήθει τῶν λόγων ὀκνηροτέρους ποιήσωμεν τοὺς ἐντυγ χάνοντας, ἠρκέσθημεν δεῖξαι ὅτι καὶ ὁ θεὸς προσεδέξατο παρὰ τῶν ἁγίων τὰς θυσίας καὶ αὐτοῖς ἐπέτρεψε μετ' εὐχαριστίας καὶ εὐλαβείας ἐσθίειν. Εἰ δὲ καί τις τῶν ἁγίων ἀπέσχετο βρωμάτων πρὸς βραχύ, οὐχ ὡς ἀπὸ ἀκαθάρτων ἀπέσχετο. Ποῖος γὰρ μισθὸς ἀπὸ ἀκαθάρτου ἀπέχεσθαι; Ἀλλ' ἕκαστος τῶν εὐλαβῶν ἀπὸ τῶν ἡδέων καὶ ἐπιτετραμμένων οἷον ἀπέχεταί τις γυναικὸς καίπερ τοῦ θεοῦ ἐπιτρέψαντος μεταλαμβάνειν γυναικός· ἀλλὰ διὰ τοὺς στεφάνους τῆς ἁγνείας τοὺς κρείττονας ἀπέχεται τῆς γυναικὸς ἁγνεύων, οὐδεὶς γὰρ ἀπεχόμενος μοιχείας ἢ πορνείας ἐστεφανώθη. Ταῦτα γὰρ εἰ ἔπραξε, καὶ ὁ τοῦ θεοῦ νόμος καὶ ὁ τῶν ἀνθρώπων κατέκρινεν αὐτόν. Πάλιν ἀπέχεταί τις βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· ἀλλ' ὅμως ἀπεχόμενος τούτων, οὐχ ὡς ἀπὸ ἀκαθάρτων ἀπέχεται, εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχει. Οὐδεὶς γὰρ ἀπεχόμενος ἀπὸ εἰδωλοθύτων ἀνάγκης αὐτῷ μὴ ἐπικειμένης ἐπῃνέθη ἢ μισθὸν περὶ τούτου προσεδόκησεν, ἐν ταύταις δὲ ταῖς ἁγίαις νηστείαις καὶ αὐτοῦ τοῦ ἄρτου καὶ τοῦ ὕδατος ἀπεχόμενος. Τῷ αὐτῷ οὖν λόγῳ καὶ εἴ τις τῶν ἁγίων ἀνδρῶν ἀπέσχετό τινος γάμου ἢ βρωμάτων ἢ οἴνου· οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ τινα τῶν ἁγίων πάντων ἀπεχόμενον, ἵνα μὴ δῶσιν αἱρετικοῖς λαβήν. Ἀλλ' εἰ καὶ ἐπαινοῦσι τόνδε τὸν ἅγιον δι' ἁγνείαν, διὰ τὰ βρώμα τα αὐτὸν κατακρίνουσι. Πάλιν ἐὰν εὕρωσί τινα οἴνου ἀπεχόμενον, διὰ τὸν γάμον τοῦτον βδελύσσονται· καὶ ὅλως οὐχ εὑρήσεις τινὰ τῶν ἁγίων δι' ὅλου τῷ δόγματι αὐτῶν συν τρέχοντα. Πλὴν ἀλλὰ καὶ αὐτοὶ ἔχουσί τι καυχήσασθαι περὶ ἐγκρατείας βρωμάτων· ὡς γὰρ ἡμεῖς ἐδείξαμεν τοὺς ἁγίους πατριάρχας καὶ θεῷ προσκομίσαντας τῶν κτισμάτων αὐτοῦ, οὕτως καὶ αὐτοὶ ἔχουσι τὸν Ἠσαῦ μήτε θεῷ θυσίας προσκομί σαντα μήτε κρεῶν ἀπογευσάμενον ἢ οἶνον πιόντα, ἀλλ' ἕψεμα φακοῦ φαγόντα καὶ οὕτως ἀποδόμενον τὰ πρωτοτόκια. Μαρτυρεῖ δὲ τοῦτο καὶ ὁ ἀπόστολος λέγων· Μήτε πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ μιᾶς βρώσεως ἀπέδω τὰ πρωτοτόκια αὐτοῦ. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρε. Πορνείαν δὲ ἐνταῦθα τὴν γαστρι μαργίαν ὠνόμασεν. Καὶ ταῦτα μὲν ἀπὸ