1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

14

καὶ πολυσύνθετα, καὶ ἐλθεῖν πρὸς τὸν φαρμακοπώλην ἢ τὸ μυροπώλιον κελευσθῶσιν, θᾶττον τὴν ψυχὴν ἀφίεντας ἢ λύοντας τὸ βαλάντιον. Γήϊνοι γὰρ ὄντες τὸ φρόνημα τὴν κτῆσιν τῶν γηΐνων ὑλῶν νομίζουσι τὴν ζωήν. 3.6.1 Τούτους λυποῦσιν ἄγαν καὶ αἱ κοιναὶ εὐπραγίαι, εὐφραίνουσι δὲ αἱ 3.6.1 περιστάσεις. Εὔχονται καὶ φόρων ἀνυποΐστων φοιτᾶν ἐπιτάγματα, ἵνα τόκοις πλεονάσωσι τὸ ἀργύριον· ἐπιθυμοῦσι βλέπειν τοὺς παρὰ τῶν δανειστῶν ἀγχομένους, ἵνα κτήσωνται τὸν ἀγρὸν ἢ τὸ σκεῦος ἢ τὸ ζῷον εὐώνως ἐκ τῆς ἀνάγκης ῥιπτούμενον. 3.6.2 Συνεχῶς δὲ καὶ πρὸς τὸν οὐρανὸν ἀναβλέπουσι κατὰ τοὺς φιλοσόφους, τοὺς τὰ μετέωρα φροντιστάς, οὐκ ἀστέρος ἐπιτολὴν ζητοῦντες, οὐδὲ τίς οἶκος ἕνα τῶν πλανητῶν ἔχει περισκοπούμενοι, ἀλλὰ τὴν τοῦ ἀέρος πολυπραγμονοῦντες κατάστασιν, εἰ τὰ προφαινόμενα σημεῖα ὄμβρων ἐπιρροὴν ἢ αὐχμὸν ἐπαγγέλλεται. Κἂν ἴδωσί τι τοῖς πολλοῖς δυσχερὲς προσδοκώμενον, εὐφραίνονται τῇ τῶν ἄλλων κακώσει. 3.6.3 Πάντα συνάγουσιν ἐν τοῖς ταμιείοις ἀσφαλῶς κατασημαίνοντες καὶ δισσοῖς κλείθροις κατασφαλίζονται· διαμετροῦντες ἀλήκτως ψηφίζουσιν. Ἀσχολουμένου δὲ τοῦ πλεονέκτου περὶ τὴν τοιαύτην ἐλπίδα καὶ τέως ὄναρ πλουτοῦντος ἐν τῇ σκιαγραφίᾳ τῶν ἐννοιῶν, ἐὰν ἐπιγένηται νέφος βαθύ, φοβεῖται ὡς κινδυνεύσων. Ἂν ψεκάδες τὴν γῆν ἐπιρραίνωσιν, ὑποδακρύειν ἄρχεται· ἂν δὲ καὶ ὑετὸς ἐπιγένηται ἀρκῶν τὸν αὐχμὸν ἐξιάσασθαι, πένθος τέλειον τὸ πρᾶγμα. 3.6.4 Περινοστεῖ λοιπὸν πᾶσι συσκοπούμενος περὶ τοῦ σίτου ὡς υἱοῦ κινδυνεύοντος, τίς ἴασις, τίς μηχανή, ἵνα πρὸς πολὺν αὐταρκέσῃ χρόνον, ἵνα τῶν σητῶν διαφύγῃ τὸ πάθος. Κἂν αἴσθηται καύσωνος, ὡς ἰατροὶ τοὺς διαφορουμένους διαπλώσας αὐτόν, καταμερίζει καὶ καταψύχει, μοχθῶν προσκαθέζεται, σκέπην κατὰ τὴν μεσημβρίαν σοφίζεται, τὰς σκιὰς νυκτὸς ἀπογυμνοῖ, ἵνα ταῖς αὔραις ταῖς νυκτεριναῖς ὑποπνέηται. 3.7.1 Ταῦτα αὐτῷ ταλαιπωροῦντι ὁ πένης παρίσταται, ζητῶν ἐκ τοῦ κινδυνεύοντος σίτου, καὶ οὐ δίδωσιν· ἢ δούς, φειδωλῶς χαρίζεται καὶ ἡμίθνητος τοῦ σίτου σφόδρα περιεχόμενος. Μὴ τοίνυν ἀπέραντα μόχθει καὶ χαλέπα, ὁ τοιοῦτος, παρακαλῶ. Ἐλέου μὲν γὰρ ἄξιος καὶ ὁ τρυφῶν πλεονέκτης, ὁ τῇ γαστρὶ καὶ ταῖς ἄλλαις ἡδοναῖς περιορίζων τὸν βίον, τοῦτο τέλος νομίζων τῆς ἀνθρωπότητος. Ὁ δὲ μικροπρεπὴς καὶ σμικρολόγος οὐδὲ μέτρον ἔχει τῆς ἀθλιότητος, λαμβάνων τὰ τῶν πολλῶν καὶ ἑαυτῷ μὴ διδούς, εἰς οὐδὲν δὲ καταλήγων τῆς σπουδῆς ἀποτέλεσμα. 3.7.2 Τίς γὰρ οὐκ οἶδεν, ὡς οὐδὲν τῶν γινομένων, πλὴν τῶν ἀρετῶν, αὐτὸ δι' ἑαυτὸ γίνεται, ἀλλ' ἕτερόν τι πράττομεν, ἵν' ἄλλο κατορθώσωμεν; Οὐδεὶς πλέων δι' αὐτὸ τὸ πλεῖν θαλαττεύει, οὐδὲ γεωργῶν δι' αὐτὸ τὸ γεωργεῖν τοῖς πόνοις συζῇ· ἀλλὰ πρόδηλον, ὡς τοῖς λυπηροῖς ἐγκαρτε ροῦσιν ἀμφότεροι, ὁ μὲν ἵνα τὴν ἐπικαρπίαν τῆς γῆς, ὁ δὲ ἵνα τὸν πλοῦτον τῆς ναυτικῆς ἐμπορίας κομίσηται. Σὺ δέ, τί τὸ σὸν πέρας εἰπέ. Ἵνα συναγάγῃς; Καὶ ποῖον τοῦτο τέλος, τὸ ἄχρηστον ὕλην σωρεύσαντα βλέπειν; 3.7.3 Τέρπει με, φησί, καὶ ἡ θέα. Οὐκοῦν ἄλλως τὸ σαυτοῦ νόσημα μέτελθε. Ἔξεστιν γὰρ καὶ τοῖς ἀλλοτρίοις χρήμασι προσαναπαύειν τὸν πόθον. Εἰ εὐφραίνει σε τὸ στιλπνὸν τοῦ ἀργυρίου, προσκαθήμενος τοῖς ἀργυροχόοις ἀπόβλεπε πρὸς τὴν πυκνὴν καὶ στίλβουσαν αὐγήν, ἢ καὶ τὰ πρατήρια καταλαμβάνων τέρπου τοῖς ποικίλοις σκεύεσιν, ὀψοφόροις τε καὶ προχόοις· προῖκα γάρ σοι καὶ ἀκώλυτον ἡ θέα. 3.7.4 Ὅρα καὶ τοὺς ἀργυρογνώμονας τοὺς ἐπὶ τῶν τραπεζῶν ψηλαφῶντας καὶ ἀριθμοῦντας συνεχῶς τὰ νομίσματα· μᾶλλον δὲ παραινέσει πεισθεὶς ἀγαθῇ μετάθου τῆς γνώμης. Εὔκολος γὰρ ἡ διόρθωσις, ἐπειδὴ μὴ φύσεώς ἐστιν ἀνάγκη πλεονεξία, ὁρμὴ δὲ προαιρέσεως, ἣν μεταβαλεῖν τοῖς τὸ συμφέρον ἐπιλογιζομένοις οὐ χαλεπόν. 3.8.1 Ὑπέρκυψον τῷ λογισμῷ εἰς τὸν ἑξῆς χρόνον, ὅτε οὐκ ἔσῃ, ὅτε μικρὰ γῆ καθέξει σοῦ διηπλωμένον τὸ σῶμα ἀναίσθητον· πλὰξ δὲ ὀλίγων σπιθαμῶν καλύψει τὸ λείψανον. Ποῦ τότε ὁ πλοῦτος καὶ τὰ συναχθέντα κειμήλια; Τίς ὁ τῶν