14
πρὸς ἄλλας ὑπολήψεις ἀπενεχθήσεται· καὶ οὕτως οὐ ψευδεῖς μόνον, ἀλλὰ καὶ μαχομένας ἀλλήλαις ἐκ τῶν Γραμμάτων εὑρεθή σεται τὰς φαντασίας ἀναλεγόμενος. Ἀφεμένοις οὖν τῆς κατὰ τὴν οὐσίαν πολυπραγμοσύνης ὡς ἀνεφ ίκτου, τῇ ἁπλῇ παραινέσει τοῦ Ἀποστόλου πειστέον, λέγοντος· Πιστεῦσαι γὰρ δεῖ πρῶτον, ὅτι ἔστι Θεὸς, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Οὐ γὰρ ἡ τοῦ τί ἐστιν ἐξερεύνησις, ἀλλ' ἡ τοῦ ὅτι ἔστιν ὁμολογία τὴν σωτηρίαν ἡμῖν πα ρασκευάζει. Ἐπεὶ οὖν ἀπερινόητος ἀνθρώπου φύσει καὶ ἄῤῥητος παντελῶς ἡ οὐσία τοῦ Θεοῦ ἀποδέδεικται, λειπόμενόν ἐστι περὶ τῆς ἀγεννησίας αὐτῆς τί τέ ἐστι, καὶ πῶς ἐπιθεωρεῖται τῷ Θεῷ τῶν ὅλων διεξ ελθεῖν. Εὑρίσκομεν οὖν λογιζόμενοι, ὅτι οὐκ ἐν τῇ τοῦ τί ἐστιν ἀνερευνήσει ἡ τοῦ ἀγεννήτου ἡμῖν ἔν νοια ὑποπίπτει, ἀλλὰ μᾶλλον, ἵνα βιασάμενος εἴ πω τὸν λόγον, ἐν τῇ τοῦ ὅπως ἐστίν. Ἐξετάζων γὰρ ἡμῶν ὁ νοῦς, εἰ ὁ ἐπὶ πάντων Θεὸς ἑαυτοῦ τινα αἰτίαν ὑπερκειμένην ἔχει, εἶτα οὐ δυνάμενος ἐπινοεῖν οὐ δεμίαν, τὸ ἄναρχον αὐτοῦ τῆς ζωῆς ἀγέννητον προσ ηγόρευσεν. Ὡς γὰρ ἐν τοῖς περὶ τῶν ἀνθρώπων λό γοις, ὅταν λέγωμεν ὅτι, Ὁ δεῖνα ἐκ τοῦδε γέγονεν, οὐ τὸ τί ἐστιν ἑκάστου, ἀλλὰ τὸ ὅθεν γέγονε διηγούμεθα· οὕτω καὶ ἐν τοῖς περὶ Θεοῦ ἡ ἀγέννητος φωνὴ οὐ τὸ τί, ἀλλὰ τὸ μηδαμόθεν αὐτοῦ σημαίνει. Οὕτω δ' ἂν σαφέστερον ὃ λέγω γένοιτο. Ὁ εὐαγγελιστὴς Λου κᾶς, τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος, καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀναποδίζων, ἤρ ξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ· εἰπὼν δὲ τοῦτον μὲν τοῦ Ἡλεὶ, τὸν δὲ τοῦ Ματθὰν, καὶ οὕτω κατὰ ἀνάλυ σιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπανάγων, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω, καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδὰμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν· οὐχὶ τὰς οὐσίας τῶν ἀπηρι θμημένων δηλῶν ἐν τῇ διηγήσει τῆς ἑκάστου γενέ σεως, ἀλλὰ τὰς προσεχεῖς ἀρχὰς ἀφ' ἧς ἕκαστος γέ γονεν ἐκτιθέμενος. Ὥσπερ οὖν ἐκεῖνος εἶπεν, ὅτι ὁ 29.548 Ἀδὰμ ἐκ τοῦ Θεοῦ· οὕτως ἡμεῖς ἑαυτοὺς ἐρωτήσω μεν, ὁ δὲ Θεὸς ἐκ τίνος; Ἆρα οὐχὶ πρόχειρόν ἐστιν ἐν τῇ ἑκάστῳ διανοίᾳ, ὅτι ἐξ οὐδενός; Τὸ δὲ ἐξ οὐδ ενὸς τὸ ἄναρχόν ἐστι δηλονότι· τὸ δὲ ἄναρχον τὸ ἀγέν νητον. Ὡς οὖν ἐπὶ ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τι νος, οὕτως οὐδὲ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων οὐσίαν ἐστὶν εἰ πεῖν τὸ ἀγέννητον· ὅπερ ἴσον ἐστὶ τῷ ἐξ οὐδ ενός. Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων παραπλή σιον ποιεῖ, ὥσπερ ἂν εἴ τις, ἐρωτώμενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ; ὁ δὲ ἀποκρί νοιτο, μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ' ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ἀλλ' οὐχὶ τὸν τρόπον τῆς ὑποστάσεως ἐπιζητῶ, φήσειεν ἄν τις, ἀλλ' αὐτὸ τοῦ ἀνθρώπου τὸ ὑλικὸν ὑποκείμενον· ὃ πολλοῦ δέω μανθάνειν διὰ τῆς ἀποκρίσεως. Τοῦτο δὲ καὶ ἡμῖν συμβαίνει ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ ὅπως τοῦ Θεοῦ μᾶλλον ἢ αὐτὴν τὴν φύσιν διδασκομέ νοις. Ὅλως δὲ εἴ τις βούλοιτο τὴν ἀλήθειαν τῶν παρ' ἡμῶν λεγομένων καταμαθεῖν, ἑαυτὸν ἀνερευ νάτω· ὅταν τι νοῆσαι τῶν περὶ Θεοῦ βουληθῇ, εἰ εἰς τὸ σημαινόμενον τοῦ ἀγεννήτου χωρεῖ. Ἐγὼ μὲν γὰρ ὁρῶ, ὅτι, ὥσπερ τοῖς ἐπερχομένοις αἰῶσι τὴν διάνοιαν ἐπεκτείνοντες, ἀτελεύτητον λέγομεν τὸν οὐδ ενὶ πέρατι τὴν ζωὴν ὁριζόμενον· οὕτω καὶ εἰς τὸ ἄνω τῶν αἰώνων τοῖς λογισμοῖς ἀναβαίνοντες, καὶ οἷον εἴς τι πέλαγος ἀχανὲς ἐπὶ τὸ ἄπειρον τῆς τοῦ Θεοῦ ζωῆς διακύπτοντες, οὐδεμιᾶς ἀρχῆς ἀφ' ἧς γέγονε λαβέσθαι δυνάμενοι, ἀλλὰ τοῦ νοουμένου ἐξω τέραν ἀεὶ καὶ ὑπερεκπίπτουσαν τοῦ Θεοῦ τὴν ζωὴν ἐννοοῦντες, τοῦτο τὸ ἄναρχον τῆς ζωῆς ἀγέννητον προσειρήκαμεν. Αὕτη γὰρ τοῦ ἀγεννήτου ἡ ἔννοια, τὸ μὴ ἔχειν ἑτέρωθεν τὴν ἀρχὴν τοῦ εἶναι. Ὁ δὲ, ἐπειδὴ περὶ μόνον τὸν Θεὸν τῶν ὅλων τὸ ἀγέννητον θεωρεῖται, κακουργότατα πάντων εἰς τὴν κατὰ τοῦ Μονογενοῦς ἥρπασεν αὐτὸ βλασφημίαν. Τί γάρ φησι προϊών; {ΕΥΝ.} Ἀγέννητος δὲ ὢν κατὰ τὴν προλαβοῦσαν ἀπόδειξιν, οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως, ἐκφύγοι τε ἂν πᾶσαν σύγκρισιν