1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

14

ἀπόδειξιν πάντα ἐφεξῆς παραγράψαι τὸν ἱερὸν τουτονὶ λόγον, μηδὲν αὐτοῦ παραλιπόντι Ἔχει δὲ οὕτως· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσεν Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· Κύριος ἐκ δεξιῶν σου." Εἰ γὰρ ὁ Πατὴρ λέγει τῷ Υἱῷ· "Κάθου ἐκ δεξιῶν μου·" καὶ, "Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος·" καὶ, "Κατακυριεύσεις τῶν ἐχθρῶν σου·" καὶ, "Ὤμοσεν Κύριος·" καὶ, "Κύριος ἐκ δεξιῶν σου·" τίς ὁ ἀποστέλλων αὐτῷ τὴν ῥάβδον, καὶ ὀμνύων, καὶ ἐκ δεξιῶν τοῦ Υἱοῦ καθεζόμενος Κύριος, εἰ μὴ λοιπὸν τὸ ἅγιον Πνεῦμα; ὡς εὑρίσκεσθαι τὸν Υἱὸν, ὄντα μὲν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἔχοντα δὲ ἐκ δεξιῶν τὸ Πνεῦμα τοῦ Θεοῦ. Μεμνῆσθαι δὲ χρὴ, ὅτι ἐνταῦθα καὶ ὀμνύει τὸ Πνεῦμα, ὡς οὐκ ἔχον τὸν μείζονα, καθὰ ὁ Υἱὸς, εἰπὼν, "Κατ' ἐμαυτοῦ ὀμνύω," ὡς ἐν τῷ πρώτῳ ἐμνημονεύθη βιβλίῳ. Ἀλλὰ καὶ ἐν ξαʹ ψαλμῷ ὁ αὐτὸς ∆αυῒδ ἀπαγγέλλων τὴν ἁγίαν Τριάδα φαίνεται, ἐν τῷ ψάλλειν· "Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα." Ποῖα δὲ δύο; Ἐπάγει· "Ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος." Τίς γὰρ ὁ εἰπὼν Θεὸς, "Ὅτι τὸ κράτος τοῦ Θεοῦ;" καὶ πρὸς τίνα λέγει, "Καὶ σοῦ, Κύριε, τὸ ἔλεος;" Καὶ ἐπὶ τοῦ ∆ανιὴλ δέ φησιν ἐν τῇ περὶ Σωσάννης κρίσει· "Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον τὸν ∆ανιήλ·" κἀνταῦθα 39.653 Θεὸν δηλώσας εἶναι τὸ ἅγιον Πνεῦμα. Ἐπιφέρει γάρ· "Καὶ ἔκρινεν τοὺς πρεσβυτέρους, Πνεύματι ἁγίῳ ἐμφορούμενος." Εὕροιμεν δ' ἂν καὶ Ἑλισσαῖον τὸν ἀξιολογώτατον ἐν προφήταις, ἀξιοῦντα εἰδέναι Θεὸν τὸ ἅγιον Πνεῦμα. Ἔχει δ' ἡ πρὸς Ἡλίαν αὐτοῦ φωνὴ, ἡ ἐξαιτοῦσα σὺν τῇ μηλωτῇ καὶ τὸ ἅγιον κληρονομῆσαι Πνεῦμα οὑτωσί· "Γενέσθω τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ, δισσῶς ἐπ' ἐμοί. Ὁ δὲ εἶπεν· Ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἀντὶ τοῦ, Μεγάλα ἐζήτησας. Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως· ἐὰν δὲ μὴ ἴδῃς, οὐ μὴ γένηται." Ἴδεν τοίνυν αὐτὸν καὶ ἔκραξεν· "Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ, καὶ ἱππεὺς ἐν αὐτῷ." Ὅτε οὖν "ἐπάταξεν" τὸν Ἰορδάνην τῇ μηλωτῇ τοῦ Ἡλία, "καὶ τὸ ὕδωρ οὐ διῃρέθη" ὡς ἐπὶ Ἡλίᾳ, ζητῶν τὴν αἴτησιν ἑαυτοῦ καὶ τὴν δοθεῖσαν ὑπόσχεσιν, οὐκ ἔτι εἶπεν· 39.656 "Ποῦ τὸ Πνεῦμα τὸ διπλοῦν;" ἀλλά· "Ποῦ ὁ Θεὸς Ἡλίου ἀπφὼ ὁ διπλοῦς," ἐκκαλύπτων Θεὸν ὑπάρχειν τὸ ἅγιον Πνεῦμα, καὶ διδάσκων ἅμα, ὡς ταυτόν ἐστιν εἰπεῖν Θεὸν, ἢ Πνεῦμα ἅγιον, καὶ τὸ ἔμπαλιν. Τὸ δὲ ἀπφὼ προσφώνησίς ἐστιν ἀδελφική. Τί δὲ καὶ Ἰεζεκιὴλ προφητεύει, ὅτε, τῶν οὐρανῶν ἀνοιγέντων αὐτῷ, ἴδεν ὅρασιν Θεοῦ καὶ τὰ χερουβίμ; "Καὶ ἐν τῷ ἑστᾶναι," φησὶν, "τὰ ζῶα, εἱστήκεισαν οἱ τροχοί· καὶ ἐν τῷ ἐξαιρεῖν αὐτὰ, ἐξῄροντο· ὅτι Πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς·" ἀντὶ τοῦ, ἐπικαθεζόμενον ἐπὶ τῶν χερουβίμ. Καὶ μικρὸν ὑποκαταβὰς λέγει· "Τοῦτο τὸ ζῶον, ὃ ἴδον ὑπὸ κάτω Θεοῦ Ἰσραὴλ, καὶ ἔγνων, ὅτι τὰ χερουβίμ ἐστιν." Εἰρηκὼς ἀνωτέρω τὸ Πνεῦμα ἐπάνω εἶναι τῶν χερουβὶμ, ὑποκαταβὰς εἶπεν, ὑποκάτω τοῦ Θεοῦ, τοῦτ' ἔστιν τοῦ Πνεύματος, εἶναι τὰ χερουβὶμ καὶ ζῶα. Θέα τοίνυν καὶ αὖθις τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα, καὶ Θεὸν καὶ Πνεῦμα ζωῆς προσαγορευόμενον, καὶ ἐπὶ τοῦ χερουβικοῦ καθεζόμενον αἰωνίου θρόνου. Χρηστέον δ' εἰς τὸ κεφάλαιον τοῦτο καὶ τοῖς κριταῖς οὐδὲ αὐτοῖς ἀμελήσασιν, ἀλλ' ὅτι μάλιστα παρὰ πάντα τοῦτο κεκρικόσιν καλῶς, τὸ ὁμολογῆσαι Κύριον δυνατὸν καὶ ἐπίκουρον τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἰπόντες γὰρ περὶ αὐτοῦ, ὅτι συνεπορεύετο μετὰ Σαμψὼν, καὶ κατεύθυνεν αὐτῷ, ὥστε μείζονα φύσεως ἀνθρωπίνης δύναμιν ἐνδείκνυσθαι αὐτὸν, οὐκ εἶπαν μετὰ ταῦτα τὸ ἐνδυναμοῦν αὐτὸν Πνεῦμα ἀνακεχωρηκέναι ἀπ' αὐτοῦ, καὶ διὰ τοῦτο ἠσθενηκέναι, ἀλλὰ τὸν Κύριον. Ἔχουσι δὲ οὕτως· "Ἤρξατο Πνεῦμα Κυρίου συμπορεύεσθαι μετὰ Σαμψών·" καὶ πάλιν· "Ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου·" καὶ πάλιν· "Ἐξέκλινεν εἰς