14
τρέφων, Θανόντα νεκρῶν ἐξανέστησε ζόφου. Μήτηρ δὲ, πρὶν κλαίουσα τὴν ἀπαιδίαν, Ἐγένετο μήτηρ αὖθις ὠδίνων δίχα. ΙΗʹ. Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας. Ματθαῖος πόθεν, εἰπὲ, μέγας, Λουκᾶς τε φέριστος, 481 Τὴν μὲν ὅγ', αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, Αἳ Χριστὸν κατάγουσιν ἀφ' αἵματος ἀρχεγόνοιο; Πῶς δ' ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ' ἐν παύροισιν ἔληξεν; Ἐς ∆αυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ Συμφέρεθ' ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ' ἐπιπείθεο μύθῳ· ∆αυῖδαι, Σολομών τε, Νάθαν τ' ἔσαν, ὧν ὁ μὲν εἷλκεν Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· Αὐτὰρ ὅγ' εὐαγέων τε φαεινοτάτων θ' ἱερήων. Χριστὸς δ' ἀμφότερ' ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ Τοὺς Σολομωντιάδας, Λουκᾶς δ' ἐς Νάθαν ὄρουσεν. 482 Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα. Οὐ μὲν παυρότερον· γενεῶν δ' οὐκ ἴσον ἀριθμόν. Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν. Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ' Ἰωσήφ. Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται Ἑβραῖος, κάσιν ἤ τιν' ὀλωλότος, ἤ τινα πηῶν Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν, Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται. Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ' ἀνεῦρον. Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ' Ἐσθάν. 483 Τοῦ δ' ἄρ' ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ' Ἡλεὶ γείνατο παῖδας.Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν' ἔλειπεν, Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος ∆έξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ. Οὕτω τοῦ μὲν ἔην, τῷ δ' ἔγραφε θεσμὸς Ἰωσήφ. Εὐαγγελιστῶν δ' ὃς μὲν εἶπε τὴν φύσιν, Ματθαῖος, ὃς δ' ἔγραψε Λουκᾶς τὸν νόμον. Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν. Πῶς ∆αυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, Λευίδης· Μαριὰμ γὰρ ἀφ' αἵματος ἦεν Ἀαρών. 484 Μάρτυς δ' ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, Μητέρας ἀμφοτέρας ὅγ' ἀνήγαγεν ἐς μέγαν Ἀαρών. Φρῆτραι δ' αὖ βασιλῆος ἀμιγέες, ἡ δ' ἱερήων. Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ' αὖτε Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα Ἠγάγετ' ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ' ἀπ' Ἰούδα Ἕκτος ἔην. Μετέπειτα δ' ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα. Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας 485 Ἄλλοι μέν τ' ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο Πατρῴαις, ∆αυῒδ δὲ φίλον πέδον αἶψα κίχανον Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ' ἐνὶ φάτνῃ Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα. Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ' Ἀδὰμ ἦλθ' ἐπὶ Χριστόν Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ'. Ἐκ δ' Ἀδάμοι Σὴθ πέλε. Τοῦ δ' ἄρ' Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. Τοῦ δ' ἦν Μαλελεήλ. Τοῦ δ' Ἰαρὲδ, ὃς τέκε παῖδα Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. Ἐκ τοῦ δ' Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ' ἐνέπουσιν Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ' ἄρα ΦαλὲκἜσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ. 486 Ἀβραὰμ αὖτ' ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. Ἀβραμίδης δ' Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ' ἄρ' Ἰούδαν Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ