14
ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ' ἧς Λά ζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.
ΛΕʹ. Ἀλλ' ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομέ νους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τού των ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ' ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὒ, ἢ μᾶλλόν τινες, 35.905 οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στε ναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον; Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώ μεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλ λον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπ ελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλ μοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.
Λςʹ. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάν θρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τού των καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιή σαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη δι αίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ' ἐκεί νων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρ πίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. 35.908
ΛΖʹ. Καθαρθῶμεν οὖν ἐλεήσαντες, ῥύψωμεν τῇ καλῇ πόᾳ τὰ τῶν ψυχῶν ῥύπη τε καὶ μολύσματα· καὶ λευκανθῶμεν, οἱ μὲν ὡς ἔριον, οἱ δὲ ὡς χιὼν, κα τὰ τὴν ἀναλογίαν τῆς εὐσπλαγχνίας. Εἴπω τι καὶ φοβερώτερον· Εἰ μὲν οὐδέν ἔστι σοι σύντριμμα, οὐδὲ μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα, οὐδὲ λέπρα τις ψυχῆς, ἢ ἁφὴ σημασίας, ἢ τηλαυγὴς, ἃ μι κρῶς μὲν ὁ νόμος ἐκάθηρεν, δεῖται δὲ Χριστοῦ θεραπεύσοντος· ἀλλὰ σύ γε τὸν ὑπὲρ ἡμῶν τραυματισθέντα καὶ μαλακισθέντα αἰδέσθητι· αἰδε σθήσῃ δὲ, ἂν φαίνῃ τῷ Χριστοῦ μέλει χρηστὸς καὶ φιλάνθρωπος. Εἰ δὲ τοσοῦτόν σε κατετραυμάτισε τυχὸν ὁ τῶν ἡμετέρων ψυχῶν λῃστὴς καὶ τύραννος, ἢ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνοντα, ἢ καὶ ἄλλοθί που λαβὼν ἄοπλόν τε καὶ ἀπαράσκευον, ὥστ' ἂν εἰκότως εἰπεῖν ἐκεῖνα· Προσώζεσαν καὶ ἐσάπη σαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύ νης μου· εἰ μὲν οὕτως ἔχῃς, ὡς μηδὲ τὴν θερα πείαν ἐπιζητεῖν, μηδὲ τὸν τρόπον εἰδέναι τῆς σῆς ἰάσεως, φεῦ τῆς πληγῆς ὄντως, καὶ τῆς εἰς βάθος ταλαιπωρίας! Εἰ δὲ μή πω παντελῶς ἀπέγνω σαι, μηδὲ