14
ἔχῃς τὴν ταπεινότητα. Χθὲς ἐξηραί νου θάλλουσα τῇ αἱμοῤῥοίᾳ (ἐπήγαζες γὰρ τὴν φοινι κὴν ἁμαρτίαν)· σήμερον ἀνέθηλας ξηραν θεῖσα. Ἥψω γὰρ τῶν Χριστοῦ κρασπέδων, καὶ τὴν ῥύσιν ἔστησας. Φύλασσέ μοι τὴν κάθαρσιν, μὴ πάλιν αἱμοῤῥοήσῃς, καὶ οὐκ ἰσχύσῃς λαβέσθαι Χριστοῦ, ἵνα κλέψῃς τὴν σωτηρίαν. Οὐ γὰρ πολλάκις φιλεῖ Χριστὸς κλεπτόμενος, καὶ εἰ λίαν ἐστὶ φιλάνθρωπος. Χθὲς ἐπὶ κλίνης ἔῤῥιψο παρειμένος καὶ λελυμένος, καὶ οὐκ εἶχες ἄνθρωπον, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ σε εἰς τὴν κολυμβήθραν· σήμερον εὗρες ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, μᾶλλον δὲ, Θεὸν καὶ ἄνθρωπον. Ἤρθης ἀπὸ τοῦ κραββάτου, μᾶλλον δὲ ἦρας τὸν κράββατον, καὶ ἐστη λίτευσας τὴν εὐεργεσίαν· μὴ πάλιν ἐπὶ κραββάτου ῥιφῇς ἁμαρτήσας, τῆς κακῆς τοῦ σώματος ἀνα παύσεως παρειμένου ταῖς ἡδοναῖς· ἀλλ' ὡς ἔχεις, βάδιζε μεμνημένος τῆς ἐντολῆς· Ἰδοὺ ὑγιὴς γέγο νας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γέ νηται, κακῷ φανέντι μετὰ τὴν εὐποιίαν. Λάζαρε, δεῦρο ἔξω, ἤκουσας τῆς μεγάλης φωνῆς ἐν τάφῳ κείμενος (τί γὰρ τοῦ Λόγου μεγαλοφωνότερον;) καὶ προῆλθες, οὐ τετραήμερος νεκρὸς, ἀλλὰ πολυήμερος, τῷ τριημέρῳ συναναστὰς, καὶ τῶν ἐνταφίων δεσμῶν ἐξελύθης. Μὴ νεκρωθῇς πάλιν, καὶ γένῃ μετὰ τῶν 36.408 κατοικούντων ἐν τάφοις, μηδὲ κατασφιγγῇς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων· ἄδηλον ὂν, εἰ πάλιν ἐξαναστήσῃ τῶν τάφων, μέχρι τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως, ἣ πᾶν τὸ ποίημα ἄξει εἰς κρίσιν, οὐ θεραπευθησόμενον, ἀλλὰ κριθησόμενον, καὶ λόγον ὑφέξον, ὧν εὖ ἢ κακῶς ἐθησαύρισεν.
Λ∆ʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονη ρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα γνῶ, πόσον τῆς νομικῆς αὕτη τιμιωτέρα. Γενοῦ μὴ τῶν ἐννέα τῶν ἀχαρίστων, ἀλλὰ τὸν δέκατον μίμησαι· καὶ γὰρ εἰ Σαμαρείτης ἦν, ἀλλὰ τῶν ἄλλων εὐγνωμονέστερος. Ἀσφάλισαι, μὴ πάλιν κακῶς ἐξανθήσῃς, καὶ δυσθεράπευτον ἕξεις τὴν ἀνωμαλίαν τοῦ σώματος. Πρώην ἐξήραινέ σου τὴν χεῖρα μικρολογία καὶ φειδωλία· σήμερον ἐκτεινάτω μετάδοσις καὶ φιλανθρωπία. Καλὴ θερα πεία χειρὸς ἀῤῥωστούσης, σκορπίζειν, διδόναι τοῖς πένησιν, ἐξαντλεῖν ὧν ἔχομεν δαψιλῶς, μέχρις ἂν καὶ τοῦ πυθμένος ἁψώμεθα (ἴσως καὶ οὗτος πηγά σει σοι τροφὴν, καθάπερ τῇ Σαραφθίᾳ, καὶ μάλιστα εἰ τύχοις Ἡλίαν τρέφουσα), καλὴν εὐπορίαν εἰδέναι, τὸ διὰ Χριστὸν ἀπορεῖν, τὸν δι' ἡμᾶς πτω χεύσαντα. Εἰ κωφὸς ἦσθα καὶ ἄλαλος, ὁ Λόγος ἐν ηχησάτω σοι· μᾶλλον δὲ κάτασχε τὸν ἐνηχήσαντα. Μὴ κλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπᾴσματα. Εἰ τυφλὸς καὶ ἀφώτιστος, φώτισον τοὺς ὀφθαλμούς σου, μή ποτε ὑπνώσης εἰς θάνατον. Ἐν τῷ φωτὶ Κυρίου θέασαι φῶς, ἐν τῷ Πνεύματι τοῦ Θεοῦ τὸν Υἱὸν αὐγάσθητι, τὸ τρισσὸν φῶς καὶ ἀμέριστον. Ἐὰν ὅλον εἰσδέξῃ τὸν Λόγον, πάσας τὰς Χριστοῦ θεραπείας ἐπὶ τὴν σεαυ τοῦ συνάξεις ψυχὴν, ἃς κατὰ μέρος ἕκαστος τεθερά πευται. Μόνον μὴ ἀγνοήσῃς τὸ μέτρον τῆς χάριτος· μόνον μὴ καθεύδοντί σοι καὶ ἀμεριμνοῦντι κακῶς ἐπισπείρῃ ὁ ἐχθρὸς τὰ ζιζάνια· μόνον ἐπίφθονος τῷ πονηρῷ γεγονὼς διὰ τὴν καθαρότητα, μὴ πάλιν σεαυ τὸν ἐλεεινὸν καταστήσῃς διὰ τῆς ἁμαρτίας· μόνον μὴ τῷ ἀγαθῷ περιχαρεὶς, καὶ ὑψωθεὶς ἄμετρα, καταπέσῃς ἐν τῷ ἐπαρθῆναι· μόνον ἀεὶ φιλοπόνει τὴν κάθαρσιν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμε νος· καὶ ἧς ἔτυχες κατὰ δωρεὰν ἀφέσεως, ταύτην ἐπιμελείᾳ συντήρησον· ἵνα τὸ μὲν ἀφεθῆναί σοι παρὰ Θεοῦ, τὸ δὲ συντηρηθῆναι, καὶ παρὰ σοῦ γένηται. 36.409
ΛΕʹ. Γενήσεται δὲ πῶς; Ἀεὶ τῆς παραβολῆς ἐκεί νης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα, διωχθὲν τῷ βαπτίσματι. Οὐ φέρει τὸν διωγμόν· οὐ δέχεται ἄοικον εἶναι καὶ ἀν έστιον. Πορεύεται δι' ἀνύδρων τόπων, καὶ ξηρῶν θείας ἐπιῤῥοῆς· ἐκεῖ φιλοχωρῆσαι βούλεται· πλανᾶται ζητοῦν ἀνάπαυσιν, οὐχ εὑρίσκει· βεβαπτισμέναις