1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

ἅμα καὶ γυναι κῶν ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν· ἐγὼ δὲ καίτοι γε κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος ὅμως ἐκ τῶν ἐνόντων ἐπενόουν, ὡς ἦν δυνατόν, μηδὲν τῶν ἐπὶ τῇ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι, ἀλλὰ διαστήσας κατὰ γένος τὸν συρρυέντα λαὸν καὶ τὸ ἐν γυναιξὶ πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι, μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον καθάπερ ἐν χοροστασίᾳ τὴν ψαλμῳδίαν γίνεσθαι παρεσκεύασα διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην. Ὡς δὲ προῄει κατ' ὀλίγον ἡ ἡμέρα καὶ ἐστενοχωρεῖτο πᾶς ὁ περὶ τὴν ἐσχατιὰν τόπος τῷ πλήθει τῶν συρρυέντων, παρα στὰς ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστώς, Ἀράξιος ὄνομα αὐτῷ (παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερω σύνης πληρώματι), προάγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος καὶ τοῦ πλή θους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου, καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι' ἐκείνων κομι σθείη τὸ σκήνωμα.

34 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἐν χερσὶν ἦν ἡ σπουδή, ὑποβὰς τὴν κλίνην ἐγὼ κἀκεῖνον ἐπὶ τὸ ἕτερον μέρος προσκαλεσάμενος, ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ τετιμη μένων τὸ ὀπίσθιον τῆς κλίνης μέρος ὑπολαβόντων, ᾔειν τοῦ πρόσω ἐχόμενος βάδην, ὡς εἰκός, καὶ κατ' ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου καὶ πάντων ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος οὐκ ἦν εὔπορον ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι· προηγεῖτο δὲ καθ' ἑκάτερον μέρος διακόνων τε καὶ ὑπηρετῶν πλῆθος οὐκ ὀλίγον στοιχη δὸν τοῦ σκηνώματος προπομπεύοντες, ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς ἔχοντες πάντες, καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινό μενον, ὁμοφώνως τῆς ψαλμῳδίας ἀπ' ἄκρων ἐπὶ ἐσχάτους καθάπερ ἐν τῇ τῶν τριῶν παίδων ὑμνῳδίᾳ μελῳδουμένης. Ἑπτὰ δὲ ὄντων ἢ ὀκτὼ τῶν διὰ μέσου σταδίων ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὸν τῶν ἁγίων μαρτύρων οἶκον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα, διὰ πάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν. Οὐ γὰρ εἴα τὸ πλῆθος τό τε συνερχόμενον καὶ τὸ ἀεὶ προσγινόμενον κατὰ γνώμην τὴν πρόοδον γίνεσθαι. Ἐπειδὴ οὖν ἐντὸς τῶν θυρῶν τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα· ἡ δὲ εὐχὴ θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης ἐπειδὴ τὸ ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέβλεψαν καὶ ἡ σορὸς ἤδη τῶν γονέων ἀπεκαλύπτετο, ἐν ᾗ καταθέσθαι δεδογμένον ἦν, μιᾶς τινος ἀτάκτως ἐκβοησάσης, ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδὲς τοῦτο προσβλέ ψομεν πρόσωπον, ὡς καὶ αἱ λοιπαὶ παρθένοι τὸ ἴσον μετ' αὐτῆς ἐξεβόησαν, σύγχυσις ἄτακτος τὴν εὔτακτον ἐκείνην καὶ ἱεροπρεπῆ ψαλμῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων οἰμωγὴν ἐπικλασθέντων. Μόλις δέ ποτε καὶ ἡμῶν τὴν σιωπὴν διανευόντων καὶ τοῦ κήρυκος εἰς εὐχὴν ὑφηγουμένου καὶ τὰς συνήθεις ἐμβοῶντος τῇ ἐκκλησίᾳ φωνάς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ὁ λαός.

35 Καὶ ἐπειδὴ τὸ πρέπον ἡ προσευχὴ πέρας ἔλαβε, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. Καὶ πῶς, ἔφην, ἔξω τοῦ τοιούτου γενήσομαι κατακρίματος, ἐν τοῖς τῶν γονέων σώμασι βλέπων τὴν κοινὴν τῆς ἀνθρωπίνης φύσεως ἀσχημοσύνην, διαπεπτωκότων ὡς εἰκὸς καὶ λελυμένων καὶ εἰς εἰδεχθῆ καὶ δυσάντητον ἀμορφίαν μεταβληθέντων; Ταῦτα δέ μοι λογιζομένῳ καὶ τῆς τοῦ Νῶε κατὰ τοῦ παιδὸς ἀγανακτήσεως ἐπιτεινούσης τὸν φόβον συμβουλεύει τὸ πρακτέον ἡ ἱστορία τοῦ Νῶε. Ἐπεκαλύφθη γὰρ σινδόνι καθαρᾷ πρὶν ἐν ὀφθαλμοῖς ἡμῶν γενέσθαι τὰ σώματα τῇ τοῦ πώματος ἐπάρσει καθ' ἑκάτερον ἄκρον τῆς σινδόνος ἀντεισιούσης· καὶ οὕτως ὑποκρυφθέντων τῇ σινδόνι τῶν σωμάτων ἀράμενοι τῆς κλίνης τὸ ἱερὸν ἐκεῖνο σῶμα ἐγώ τε καὶ ὁ μνημονευθεὶς τῶν τόπων ἐπίσκοπος τῇ μητρὶ παρακατεκλίναμεν κοινὴν ἀμφοτέραις