14
οὕτως ἐπιδείξω ἐν μείζονι νῦν ὄντα ἀνέσει καὶ ἡδονῇ. Τί γὰρ κουφότερον, ὑπὲρ τοσούτων φροντίζειν, καὶ τοιαύτῃ προσδεδέσθαι φυλακῇ καὶ δουλείᾳ, καὶ δεδοικέναι μὴ παραπόληταί τι τῶν ὄντων, ἢ καὶ τούτων ἀπηλλάχθαι τῶν δεσμῶν; Κείσθω γὰρ, αὐτὸν μὴ ἐπιθυμεῖν φορτίων ἑτέρων, ἀλλὰ πολλῷ βέλτιον καὶ τῶν ἐπιτεθέντων ἤδη καταφρονεῖν. Εἰ γὰρ τὸ μὴ δεῖσθαι πλειόνων συνωμολόγηται μέγιστον ὂν ἀγαθὸν, τὸ καὶ τῆς τῶν ὄντων χρείας ἐξώτερον εἶναι, μείζονος εὐ47.336 πραγίας ἂν εἴη. Ὁ γὰρ ἄδιψος ἐκεῖνος καὶ ἀνέραστος οὐδὲν γὰρ κωλύει πάλιν ἐπὶ τὰ αὐτὰ ἐλθεῖν ὑποδείγματα οὐ τῶν ἀεὶ διψώντων μόνον, οὐδὲ τῶν ἐρώντων ἀεὶ, ἀλλὰ καὶ τῶν ἐν βραχεῖ τοῦτο παθόντων, καὶ πληρωσάντων τὴν ἐπιθυμίαν πολλῷ μακαριώτερος ὢν ἀποδέδεικται, ὡς μηδὲ εἰς πεῖραν ἐμπεσὼν τῆς τοιαύτης ἀνάγκης. Ἐρήσομαι δέ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάντας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἵλου τὴν περιουσίαν, ὥστε μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ' ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι; Ἂν τοίνυν καὶ τοῦτο ἔχοντα δείξωμεν τὸν υἱὸν, καὶ μειζόνως εὐπορώτερον ὄντα νῦν, παύσῃ θρηνῶν πάντως καὶ ὀλοφυρόμενος οὕτω πικρῶς; Ὅτι μὲν οὖν φροντίδων ἀπήλλακται, καὶ τῶν ἄλλων τῶν ἐπισυρομένων τῷ πλούτῳ κακῶν, οὐδὲ αὐτὸς ἀντερεῖς· διόπερ οὐδὲ ἡμῖν περὶ τούτων ἀνάγκη πρὸς σὲ διαλέγεσθαι· ζητεῖς δὲ μαθεῖν πῶς εὐπορώτερος τοῦ τοσαῦτα ἔχοντός σου. Τοῦτο δή σε διδάξομεν, καὶ δείξομεν, ὅτι ὅπερ ἡγῇ ἐκεῖνον νῦν εἶναι ἐν πενίᾳ τῇ ἐσχάτῃ, τοῦτο αὐτὸς πρὸς ἐκεῖνον ἐξεταζόμενος πέπονθας. δʹ. Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθὰ, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν· ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν. Σὺ μὲν οὖν τῶν σαυτοῦ κύριος εἶ μόνον, ἐκεῖνος δὲ τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν. Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτὸν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμὸν, ὅσον ἐθέλεις· μᾶλλον δὲ τοῦτο μὲν οὐκ ἀνέξεται, δοῦναι δὲ τῷ δεῖνι δεομένῳ κελευέτω, καὶ προθυμότερον ὄψει τὸν πλουτοῦντα ὑπακούοντα καὶ ἐκκομίζοντα, ἢ τῶν οἰκονόμων τινὰ τῶν σῶν. Οὗτος μὲν γὰρ ὅταν ἀναλίσκειν κελεύηται, κατηφής τέ ἐστι καὶ σκυθρωπός· ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μή ποτε προσκεκρουκὼς ᾖ, ἅτε τοιοῦτον ἐπιταττόμενος οὐδέν. Καὶ πολλοὺς ἐπιδεῖξαι· ἔχω οὐ τῶν εὐδοκίμων τούτων, ἀλλὰ καὶ τῶν εὐτελεστέρων, τοσαύτην ἔχοντας δύναμιν. Καὶ σὺ μὲν, ἂν οἱ οἰκονόμοι ἀναλώσωσι τὰ πιστευθέντα, οὐκ ἔχεις ἀπαιτῆσαι ἕτερον, ἀλλ' εὐθέως σοι εἰς πενίαν ὁ πλοῦτος μεταπεσεῖται ὑπὸ τῆς κακουργίας ἐκείνων· παρὰ δὲ τῷ παιδὶ τῷ σῷ τοῦτο οὐκ ἔστι τὸ δέος. Ἂν γὰρ οὗτος γένηται πένης, ἐπιτάξει πάλιν ἑτέρῳ· κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ' ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκὸς, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά. Καὶ εἰ μὲν τὰ ἡμέτερα ἐφρόνεις, διηγησάμην ἄν σοι πολλὰ καὶ μεγάλα διηγήματα· ἐπεὶ δὲ τὰ Ἑλλήνων πρεσβεύεις, οὐδὲ ἐκεῖθεν ἀπορήσω τοῦ παραδείγματος. Ἄκουσον γὰρ τί πρὸς τὸν Σωκράτην ὁ Κρίτων φησί· Σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἔγωγε οἶμαι, ἱκανά· ἔπειτα δὲ καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει ἀναλίσκειν τἀμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν. Εἰσκεκόμικε δὲ ἐπ' αὐτῷ τούτῳ ἀργύριον ἱκανὸν Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος 47.337 δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί. Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε. Ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν. Τί ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρακολουθήσεις τῷ λόγῳ,