1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

14

ἀρρωστοῦσιν ἀναμίγνυται καὶ λέγει· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖςἀνόμοις ὡς ἄνομος», τοὺς δὲ μαθητὰς καὶ ἀσθενέστερον διακειμένους ἀπάγει παραινῶν οὕτω καὶ διδάσκων· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος.» Ὁ μὲν γὰρ ἰατρός, ἐὰν ἔλθῃ πρὸς τὸν κάμνοντα, κἀκεῖνον καὶ ἑαυτὸν πολλάκις ὠφέλησεν· ὁ δὲ ἀσθενέστερος καὶ ἑαυτὸν καὶ τὸν ἀρρωστοῦντα παρέβλαψε, τοῖς νοσοῦσιν ἀναμιγνύμενος· ἐκεῖνόν τε γὰρ οὐδὲν ὠφελῆσαι δυνήσεται, καὶ αὐτὸς ἐπισπάσεται πολλὴν ἀπὸ τῆς ἀρρωστίας τὴν βλάβην. Καὶ ὅπερ οἱ πρὸς τοὺς ὀφθαλμιῶντας ὁρῶντες πάσχουσιν, ἐφελκόμενοί τι τῆς ἀρρωστίας ἐκείνης, τοῦτο καὶ οἱ τοῖς βλασφήμοις συναναμιγνύμενοι τούτοις ὑπομένουσιν, ἂν ὦσιν ἀσθενέστεροι, πολὺ τῆς ἀσεβείας πρὸς ἑαυτοὺς ἐπισπώμενοι μέρος. Ἵν' οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 3 Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφὶμ λόγος γʹ. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διαφθεῖρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐξελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσὼν καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτὸ καὶ εἰς τὴν γῆν ἔρριψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόρριζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου. Ἤδη γάρ που καὶ γῆ χερσωθεῖσα καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας καὶ ἀκανθῶν πλῆθος καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκείων κόλπων πολλάκις· οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ ἀπ' αὐτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ' ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως. Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογός, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν, καλέσωμεν τοίνυν αὐτόν, τὸν ὑπ' ἐκείνων μὲν βλασφημούμενον, ὑφ' ἡμῶν δὲ εὐφημούμενον Θεόν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγεῖραι δρόμον καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων σύνεσιν. Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοῦ δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας. Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ' ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ' ἀξίαν, μᾶλλον δὲ κατ' ἀξίαν μὲν οὐδενὶ δυνατόν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῆς δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. «Ὁ γὰρ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε», περὶ τῶν βλασφημούντων τις εἴρηκε. Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ