14
Παῦλον. Ἦ γὰρ ἂν καὶ ἠφάνισαν τὰ βιβλία, εἰ συνῆκαν τῆς προφητείας τὴν δύναμιν τῆς περὶ τοῦ Χριστοῦ. Ὅπου γὰρ παρόντα αὐτὸν καὶ θαυματουργοῦντα καὶ ἐντελῆ τῆς οἰκείας δυνάμεως καὶ τῆς πρὸς τὸν Πατέρα συμφωνίας τε καὶ ὁμονοίας παρεχόμενον τὴν ἀπόδειξιν οὐκ ᾐδέσθησαν, οὐδὲ ἀπέστησαν ἕως ἐσταύρωσαν, σχολῇ γε ἂν τῶν περὶ αὐτοῦ λεγόντων ἐφείσαντο, οὓς καὶ χωρὶς τούτου κατέλευον συνεχῶς. ∆ιὰ τοῦτο τοῖς οἰκείοις καὶ γνωρίμοις αὐτοῖς ἐμφιλοχωροῦντες ὀνόμασι, τὰς προφητείας τούτῳ συσκιάζουσι τῷ προσώπῳ. Ὅτι γὰρ οὐ περὶ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ λόγος, ἑκάστην παράγοντες λέξιν εἰς μέσον μετὰ ἀκριβείας εἰσόμεθα τὰ εἰρημένα. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Ὅρα ἀκρίβειαν προφήτου, οὐ τὰ πράγματα λέγοντος μόνον, ἀλλὰ καὶ τὸν χρόνον ἐπισημαινομένου. Ὅπερ γάρ φησιν ὁ Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἑτέρωθι πάλιν· Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, τοῦτο ὁ προφήτης φησίν· Ἐν ταῖς ἐσχάταις ἡμέραις. Ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ τὸ τῶν δογμάτων ἀκαταγώνιστον καλεῖ. Καθάπερ γὰρ ὄρεσι κἂν μυρία προσβάλλῃ στρατόπεδα τόξα τείνοντες καὶ δόρατα ἀφιέντες, μηχανήματα προσάγοντες, ἐκεῖνα μὲν οὐδὲν παραβλάψαι δυνήσονται, τὴν δὲ οἰκείαν καταλύσαντες ἰσχὺν ἀπελεύσονται· οὕτω δὴ καὶ οἱ τῇ Ἐκκλησίᾳ πολεμήσαντες ἅπαντες ταύτην μὲν οὐκ ἔσεισαν, τὴν δὲ οἰκείαν ἀπολέσαντες δύναμιν κατῃσχύνθησαν, ἐν τῷ παίειν διαλυόμενοι καὶ ἐν τῷ βάλλειν ἀσθενοῦντες καὶ ἐν τῷ ποιεῖν ὑπὸ τῶν πασχόντων νικώμενοι· ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ μόνῳ δυνατός. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς Ἐκκλησίας, οὐχ ὅτι ἐνίκησεν, ἀλλ' ὅτι καὶ οὕτως ἐνίκησεν. Ἐλαυνομένη γάρ, διωκομένη, μυρίοις κατακοπτομένη τρόποις, οὐ μόνον οὐκ ἠλαττονοῦτο, ἀλλὰ καὶ μείζων ἐγίνετο καὶ τοὺς ταῦτα ποιεῖν ἐπιχειροῦντας αὐτῷ τῷ πάσχειν μόνον κατέλυεν· ὅπερ ἀδάμας ποιεῖ περὶ τὸν σίδηρον, τῷ παίεσθαι μόνον διαλύων τοῦ παίοντος τὴν ἰσχύν· καὶ κέντρα πρὸς τοὺς λακτίζοντας, αὐτὰ μὲν οὐδὲν ἀμβλύτερα ἐντεῦθεν γινόμενα, τοὺς δὲ λακτίζοντας αἱμάσσοντα πόδας. ∆ιὰ δὴ τοῦτο ὄρος ἐκάλεσεν. Εἰ δὲ οὐκ ἀνέχεται τῆς μεταφορᾶς ὁ Ἰουδαῖος, οἴκοθεν πάλιν δεχέσθω τὸν ἔλεγχον. Αὐτὸς γὰρ οὗτος ὁ προφήτης λύκους καὶ ἄρνας ἔφησε τῆς αὐτῆς νομῆς κοινωνήσειν καὶ μυίαις τὸν Θεὸν συριεῖν καὶ ταῖς μελίσσαις καὶ ποταμὸν ἀνάγειν ῥαγδαῖον ἐπὶ τοὺς Ἰουδαίους, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς ἔχειν τὸ ὕδωρ τοῦ Σιλωάμ. Ἅπερ εἴ τις ἐπὶ τῶν λέξεων ἐκλάβοι, πολὺ τὸ ἀπερινόητον ἔχει· ἀλλὰ δεῖ † τὰ ἐκ τούτων σημαινόμενα δεχομένους οὕτω ποικίλλειν τῶν νοημάτων τὴν ἀκολουθίαν. † Τί οὖν ἐστι τὰ ἐκ τούτων σημαινόμενα; ∆ιὰ μὲν τῶν λύκων καὶ τῶν ἀρνῶν, οἱ τῶν ἀνθρώπων τρόποι οἱ θηριώδεις καὶ ἥμεροι· διὰ δὲ τῶν μυιῶν, τὸ ἀναίσχυντον τῶν Αἰγυπτίων· διὰ δὲ τοῦ ποταμοῦ, τὸ σφοδρὸν τῆς στρατείας τοῦ βαρβάρου· διὰ δὲ τοῦ Σιλωάμ, τὸ πρᾶον καὶ ἐπιεικὲς τοῦ τότε ἄρχοντος τοῦ τῶν Ἰουδαίων ἔθνους. Καὶ οὐδεὶς οὐδὲ τῶν σφόδρα ἀνοήτων πρὸς ταῦτα ἡμῖν ἀντερεῖ. Ὥσπερ γὰρ οὖν ἐκεῖνα ἑτέροις ὀνόμασι παρεδηλώθη, οὕτω καὶ τῆς Ἐκκλησίας τὸ στερρόν, τὸ ἀκίνητον, τὸ ὑψηλόν, τὸ ἀχείρωτον διὰ τῆς τοῦ ὄρους ᾐνίξατο προσηγορίας. Καὶ γὰρ ἕτερος προφήτης τοὺς πεποιθότας ἐπὶ τὸν Θεὸν ὄρει παραβάλλει, τὸ ἀκαταγώνιστον αὐτῶν ἐνδεικνύμενος. Ἐμφανές. Τοῦτο οὐδὲ τῆς ἀπὸ τοῦ λόγου λοιπὸν ἑρμηνείας δεῖται. Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπροτέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας. Οὐ γὰρ οὕτως ἥλιος φανὸς οὐδὲ τὸ ἐκ τούτου φῶς, ὡς τῆς Ἐκκλησίας τὰ πράγματα.
2.3 Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Πῶς ἂν τοῦτο ἑρμηνεύσειεν ὁ Ἰουδαῖος; Οὐδαμοῦ γὰρ ἐπ' ἄκρων τῶν ὁρέων ὁ ναὸς ἔστη· ἡ μέντοι τῆς Ἐκκλησίας δύναμις αὐτῶν ἥψατο τῶν οὐρανῶν. Καὶ ὡσανεὶ οἶκος ὑπὲρ κορυφῆς ὀρῶν κείμενος πᾶσίν ἐστι κατάδηλος, οὕτω καὶ πολλῷ πλέον αὐτὴ περιφανὴς πᾶσιν ἀνθρώποις γέγονε. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ αὐτὸ τοῦτο πάλιν ἡρμήνευσεν,