14
ἀκάθαρτον ἂν εἴης; Ὁ ψυχὴν ἔχων ἀσθενῆ, πάντα ῥυποῖ. Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισμὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται· οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθῦς λέγω, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτῶν λογισμὸν (Μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις), ἀλλὰ πάντα μιαρά. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Περιέτρεψεν εἰς αὐτοὺς τὸ πᾶν. Οὐδὲν γὰρ ἀκάθαρτον, φησὶν, ἀλλ' αὐτοὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν· τούτων οὐδέν ἐστιν ἀκαθαρτότερον. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Τοῦτό ἐστιν ἀκαθαρσία· αὐτοί εἰσιν ἀκάθαρτοι· ἀλλὰ μὴ τούτων ἕνεκεν σιγήσῃς. Κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε· κἂν μὴ πείθωνται, σὺ παραίνει καὶ συμβούλευε. Ἐνταῦθα πλέον αὐτοὺς διαβάλλει. Καὶ γὰρ οἱ μαινόμενοι οὐδὲν νομίζουσιν ἑστηκέναι· ἀλλ' οὐ παρὰ τὰ ὁρώμενα τοῦτο γίνεται, ἀλλὰ παρὰ τοὺς ὁρῶντας ὀφθαλμούς. Ἐπειδὴ ἄστατοί εἰσι καὶ ἰλιγγιῶντες, νομίζουσι περιστρέφεσθαι αὐτοῖς τὴν γῆν· ἀλλ' οὐ περιστρέφεται, ἀλλ' ἕστηκε παγία· τοῦ γὰρ πάθους αὐτῶν ἡ ἀπόνοια, οὐ τοῦ στοιχείου τὸ πάθος. Οὕτω καὶ ἐνταῦθα· ὅταν ψυχὴ ἀκάθαρτος ᾖ, πάντα ἀκάθαρτα νομίζει. Ἄρα οὖν οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· ὁ γὰρ φύσει καθαρὸς, πάντων κατατολμᾷ, οἱ δὲ ἐῤῥυπωμένοι, οὐδενός. Τοῦτο καὶ πρὸς Μαρκίωνα ἔστιν εἰπεῖν. Ὁρᾷς ὅτι καθαρότητος τεκμήριον τίθεται τὸ παντὸς ῥύπου ἀνώτερον εἶναι, τὸ δὲ μηδενὸς ἅπτεσθαι, ἀκαθαρσίας; Οὕτω καὶ ἐπὶ Θεοῦ· ὅτι σάρκα ἀνέλαβε, τοῦτο καθαρότητος· εἰ δεδοικὼς δὲ οὐκ ἀνέλαβε, ῥύπου. Ὁ τὰ δοκοῦντα εἶναι ἀκάθαρτα μὴ ἐσθίων, οὗτός ἐστιν ἀκάθαρτος καὶ ἀσθενής· ὁ δὲ ἐσθίων, οὐκέτι. Μὴ καθαροὺς τοίνυν καλῶμεν τοὺς τοιούτους· οὗτοί εἰσιν οἱ ἀκάθαρτοι· ὁ δὲ πάντων κατατολμῶν, καθαρός. Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή· ἐκεῖνο γὰρ ἀκαθαρσία, ἐκεῖνο ῥύπος· τοῦτο δὲ οὐδὲν τούτων. Ἐπεὶ καὶ οἱ στόμα ἔχοντες διεφθαρμένον νομίζουσι τὰ προσφερόμενα ἀκάθαρτα εἶναι, τοῦτο δὲ τοῦ πάθους ἐστί. Χρὴ τοίνυν τῶν καθαρῶν σφόδρα εἰδέναι καὶ τῶν ἀκαθάρτων τὴν φύσιν. 62.681 Τί οὖν ἐστιν ἀκάθαρτον; Ἁμαρτία, κακία, πλεονεξία, πονηρία. Λούσασθε, φησὶ, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, φησὶ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἐπεὶ καὶ αἱ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσιῶν. Νεκροῦ, φησὶ, μὴ ἅψῃ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, νεκρὸν καὶ ὀδωδός. Ὁ λεπρὸς, φησὶν, ἀκάθαρτός ἐστι. Καὶ γὰρ ἡ ἁμαρτία ποικίλον καὶ πολυειδές. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἐκ τῶν ἑξῆς δῆλον. Ἐὰν γὰρ ᾖ διαπαντὸς ἡ λέπρα καὶ καθ' ὅλου τοῦ σώματος, καθαρός ἐστιν· ἐὰν δὲ ἐν μέρει, οὐκέτι. Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγμένον ἐστὶ τὸ ἀκάθαρτον; Πάλιν ὁ γονοῤῥυὴς ἀκάθαρτος ἐν τῇ ψυχῇ. Λόγισαι τὸν γονοῤῥυῆ, τὸν τὰ σπέρματα ἀποβάλλοντα. Ὁ μὴ περιτμηθεὶς πάλιν ἀκάθαρτος. Ὁρᾷς πῶς οὐκ ἔστι ταῦτα ἀλληγορία, ἀλλὰ τύποι; Ὁ μὴ περιελὼν, φησὶ, τῆς ψυχῆς τὴν κακίαν. Ὁ ἐργαζόμενος ἐν τῷ σαββάτῳ, λιθάζεται· τουτέστιν, ὁ μὴ διαπαντὸς ἀνακείμενος τῷ Θεῷ, οὗτος ἀπόλλυται. Εἴδετε πόσοι τρόποι ἀκαθαρσιῶν; Ἡ ἀπὸ λέχους, φησὶν, ἀκάθαρτός ἐστι. ∆ιὰ τί, εἰπέ μοι; Οὐχὶ σπόρον καὶ γέννησιν αὐτὸς ἐποίησε; τίνος οὖν ἕνεκεν ἀκάθαρτος ἡ γυνή; εἰ μὴ ἕτερόν τι ᾐνίττετο. Τί δὲ τοῦτό ἐστιν; Εὐλάβειαν ἐνέτικτε τῇ ψυχῇ, τῆς πορνείας ἀπήγαγε πόῤῥω. Εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ πορνεύουσα· εἰ τὸ τῇ γυναικὶ τῇ ἑαυτοῦ πλησιάζειν οὐ σφόδρα καθαρὸν, τὸ ἀλλοτρίᾳ μίγνυσθαι πολλῷ μᾶλλον. Ὁ ἀπὸ κήδους, φησὶν, ἀκάθαρτος· πολλῷ μᾶλλον ὁ ἀπὸ φόνου καὶ πολέμου. Καὶ πολλοὺς ἂν εὕροι τις τρόπους ἀκαθαρσιῶν, εἴ γε δεῖ πάντας ἀναλέγεσθαι. Ἀλλ' οὐ νῦν ταῦτα ἀπαιτούμεθα,