14
καὶ σφόδρα ἀγαπῶντος. Εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ μεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε γοῦν, Μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τοσοῦτον μόνον, φησὶν, ἡμεῖς εἰσηνέγκαμεν· ἐπιστεύσαμεν, ὅτι δύναται ἡμᾶς σῶσαι. γʹ. Ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ. Τί ἐστι, ∆ιὰ τοῦ Χριστοῦ; Ὅτι αὐτὸς ἡμῖν τούτου πρόξενος γέγονεν, οὐχ ὁ νόμος. Ὁρᾷς τίνων μὲν ὁ Χριστὸς αἴτιος ἡμῖν γέγονεν ἀγαθῶν, τίνων δὲ ὁ νόμος; Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπλεόνασεν ἡ χάρις, ἀλλ' Ὑπερεπλεόνασε. Καὶ γὰρ ὄντως ὑπερεπλεόνασε, τοὺς μυρίων κολάσεων ἀξίους, τούτους εἰς υἱοθεσίαν ἀγαγοῦσα ἐξαίφνης. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνον, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ καὶ νῦν εἰσιν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τὰ τῶν φιλούντων πράσσοντες· πῶς γὰρ, ὅταν πάντα αὐτοῦ προτιμῶσι, χρήματα, γένεσιν, εἱμαρμένην, παρατήρησιν, κλῃδονισμοὺς, οἰωνισμούς; Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶμεν, εἰπέ μοι, ποία ἀγάπη; Εἴ τις ἔχει φίλον θερμὸν καὶ διάπυρον, κἂν οὕτω φιλείτω τὸν Χριστόν· κἂν οὕτω φιλείτω τὸν ὑπὲρ τῶν ἐχθρῶν τὸν Υἱὸν αὐτοῦ δεδωκότα, οὐδὲν ἡμῶν κατωρθωκότων. Τί λέγω, κατωρθωκότων; μεγάλα μὲν οὖν ἐργασαμένων κακὰ, καὶ τετολμηκότων ἀτόλμητα ἀντ' οὐδενός. Καὶ ὁ μὲν μετὰ τὰς μυρίας εὐεργεσίας καὶ κηδεμονίας οὐδὲ οὕτως ἔῤῥιψεν, ἀλλὰ τότε μάλιστα τὸν Υἱὸν ἔδωκεν, ὅτε μείζονα ἠδικήσαμεν· ἡμεῖς δὲ μετὰ τὸ τοσούτων τυχεῖν, μετὰ τὸ γενέσθαι φίλοι, μετὰ τὸ πάντων τῶν ἀγαθῶν ἀξιωθῆναι δι' αὐτοῦ, οὐδὲ ὡς φίλον ἠγαπήσαμεν. Καὶ τίς ἡμῖν ἔσται ἐλπίς; Τάχα φρίττετε πρὸς τὸ ῥῆμα· ἀλλ' εἴθε πρὸς τὰ πράγματα. Καὶ πῶς, φησὶν, οὐδὲ ὡς τοὺς φίλους οὕτω φιλήσομεν τὸν Θεόν; Πῶς; ἐγὼ πειράσομαι δεῖξαι· καὶ εὔχομαι μὲν μηδὲν δόξαι λέγειν, ἀλλὰ ληρεῖν· φοβοῦμαι δὲ μὴ κατὰ πραγμάτων ᾖ τὰ λεγόμενα ῥήματα. Σκόπει δέ· ὑπὲρ φίλων, τῶν ὄντως φίλων, πολλοὶ καὶ ζημιωθῆναι εἵλοντο πολλάκις· τοῦ δὲ Χριστοῦ ἕνεκεν οὐ μόνον ζημιωθῆναι, ἀλλὰ τοῖς οὖσιν ἀρκεῖσθαι οὐδεὶς ἀνέχεται. Ὑπὲρ φίλου πολλάκις καὶ ὑβρίσθημεν, καὶ ἔχθρας ἀνεδεξάμεθα· διὰ δὲ τὸν Χριστὸν οὐδεὶς ἔχθραν ἀναδέχεται, ἀλλ' εἰκῆ, φησὶ, φιλοῦ, εἰκῆ μὴ μισοῦ. Τὸν φίλον λιμώττοντα οὐδέποτε περιοψόμεθα· τὸν δὲ Χριστὸν καθ' ἡμέραν ἡμῖν προσιόντα οὐχ ὑπέρ τινος μεγάλου, ἀλλ' ὑπὲρ ἄρτου μόνον, οὐδὲ προσιέμεθα, καὶ ταῦτα ἐρευγόμενοι δυσωδίας, καὶ διασπώμενοι καὶ γαστριζόμενοι, καὶ τὸν χθεσινὸν οἶνον ἀποπνέοντες, καὶ τρυφῶντες, καὶ οἱ μὲν πόρναις διδόντες, οἱ 62.519 δὲ παρασίτοις, οἱ δὲ κόλαξιν, οἱ δὲ τέρασι καὶ μωροῖς καὶ νάννοις· καὶ γὰρ τὰ τῆς φύσεως ἁμαρτήματα ταῦτα φέρουσιν εἰς τέρψιν. Καὶ φίλοις τοῖς ὄντως φίλοις οὐδέποτε φθονοῦμεν, οὐδὲ δακνόμεθα τῇ τούτων εὐπραγίᾳ· ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τοῦτο πάσχομεν· καὶ μείζονα ἴδοι τις ἂν τὴν φιλίαν ἰσχύουσαν, ἢ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ ὁ ὕπουλος καὶ ὁ φθονερὸς μᾶλλον τοῦ Θεοῦ τοὺς ἀνθρώπους αἰδεῖται. Πῶς; ἐγὼ λέγω· ὅτι τοῦ μὲν Θεοῦ ὁρῶντος τὰ κατὰ καρδίαν, οὐκ ἀφίσταται ἄνθρωπος δόλους ῥάπτων· ἂν δὲ ἄνθρωπον ἴδῃ ἄνθρωπος, ἀπόλωλε, καὶ ἐρυθριᾷ. Τί τοῦτο λέγω; Πρὸς φίλον μὲν κακούμενον ἀπερχόμεθα, κἂν μικρόν τι ἀναβαλώμεθα, φοβούμεθα μὴ καταγνωσθῶμεν· τοῦ δὲ Χριστοῦ πολλάκις ἐν δεσμοῖς ἀποθανόντος, οὐδὲ ἐπεσκεψάμεθα. Καὶ πρὸς τοὺς φίλους δὲ τοὺς πιστοὺς, οὐκ ἐπειδὴ πιστοί εἰσιν, ἀπερχόμεθα, ἀλλ' ἐπειδὴ φίλοι. δʹ. Ὁρᾷς οὐδὲν φόβῳ Θεοῦ γινόμενον, οὐδὲ τῷ περὶ αὐτὸν φίλτρῳ, ἀλλὰ τὰ μὲν φιλίᾳ, τὰ δὲ συνηθείᾳ; Ὁρῶντες φίλον ἀποδημοῦντα, κλαίομεν, στένομεν, ἂν δὲ καὶ