1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

εὑρεθήσεται ἃ κατέλυσεν οἰκοδομῶν. κʹ. Ὁρᾷς πῶς πανταχοῦ τῆς κρίσεως ἔχεται τοῦ Πέτρου, καὶ τὴν προτέραν αὐτοῦ ἐκκαλύπτει ἀναστροφήν· ἵνα μὴ παρὰ τῆς τοῦ Παύλου γλώττης, ἀλλὰ 51.388 παρὰ τῆς τοῦ Πέτρου γνώμης, ἢ διὰ τῶν πραγμάτων ἐπεδείξατο, δοκῶσιν οἱ Ἰουδαῖοι τὴν παραίνεσιν δέχεσθαι; ∆ιὰ ταῦτά φησι, Φοβούμενος τοὺς ἐκ περιτομῆς, καὶ Ὅτι κατεγνωσμένος ἦν, καὶ Ὅτι οὐκ ὀρθοποδεῖ πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Οὐχ οὕτως δὲ ἔχων· μὴ γένοιτο· διὰ γὰρ πολλῶν· τοῦτο ἀπεδείξαμεν· ἀλλ' ὥσπερ τότε ἐπετίμα Παῦλος, καὶ ταῦτα ἀκούων ὁ Πέτρος ἐσίγα, ὥστε μὴ ἀνατρέψαι τὴν οἰκονομίαν Παύλου, καὶ κατεδέχετο, ὡς οὐκ ὀρθῶς πεποιηκὼς, δέχεσθαι τὴν ἐπίπληξιν, ἵνα ἀπολογία αὐτῷ γένηται τοῦτο πρὸς τοὺς μαθητάς· οὕτω δὴ καὶ οὗτος νῦν μετὰ τῆς αὐτῆς γνώμης, μεθ' ἧς ἐπετίμησε Πέτρῳ, γράφει ταῦτα, ἅπερ ἔγραψε Γαλάταις. Εἰ γὰρ τότε τὸ ἐπιτιμηθῆναι Πέτρον, καὶ σιγῆσαι, χρήσιμον ἦν τοῖς Ἰουδαίοις, πολλῷ μᾶλλον ἂν καὶ νῦν τὸ ταῦτα περὶ αὐτοῦ λεχθῆναι χρήσιμον ἦν τῶν Γαλατῶν τοῖς διεφθαρμένοις. Ὥσπερ γὰρ οἱ τότε ἐν Ἀντιοχείᾳ διατρίβοντες, ὁρῶντες Πέτρον ἐπιτιμώμενον μεθ' ὑπερβολῆς, καὶ σιγῶντα, διωρθοῦντο τῇ κατὰ τοῦ διδασκάλου κατηγορίᾳ, καὶ τῇ σιγῇ· οὕτω καὶ νῦν Γαλάται περὶ τὰ Ἰουδαϊκὰ νοσοῦντες, καὶ τοῦ Παύλου ταῦτα περὶ αὐτοῦ λέγοντος ἀκούοντες, οἷον ὅτι κατεγνωσμένος ἦν, καὶ οὐκ ὠρθοπόδησε πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, καὶ ὅτι ἐπιτιμηθεὶς ἐπὶ τούτοις ἐσίγησε, μεγίστην ἀπὸ τῆς κατηγορίας ταύτης διδασκαλίαν ἐλάμβανον, εἰς τὸ μηκέτι προσέχειν τοῖς Ἰουδαϊκοῖς ἔθεσι. ∆ιὰ τοῦτο καὶ Παῦλος καὶ τότε ἐπετίμησε, καὶ νῦν μέμνηται τῆς τότε γενομένης ἐπιπλήξεως· καὶ τούτου οὐκ ἔλαττον τὸν Πέτρον διὰ τοῦτο θαυμάσαι χρὴ, καταδεξάμενον ἅπαντα τὰ εἰρημένα. Ὁ γὰρ τὸ πᾶν κατωρθωκὼς οὗτός ἐστιν, ὁ ἀνασχόμενος κατηγορηθῆναι, καὶ σιγήσας. Τοῦτο τῆς οἰκονομίας τὸ κέρδος. Οὕτως ἡμῖν ἑκάτερος τῶν ἀποστόλων ἐγκλημάτων μὲν ἀπήλλακται, μυρίων δέ ἐστιν ἐγκωμίων ἄξιος, πρὸς τὴν τῶν λοιπῶν σωτηρίαν ἅπαντα καὶ ἀκούειν καὶ λέγειν σπουδάζων. Ἡμεῖς δὲ λοιπὸν τὸν Παύλου καὶ Πέτρου Θεὸν παρακαλέσωμεν, τὸν ἐκείνους ἀλλήλοις συνδήσαντα τοῖς τῆς ὁμονοίας δεσμοῖς, καὶ ἡμᾶς εἰς τὴν πρὸς ἀλλήλους ἀγάπην ἐπισφίγξαι σφοδρότερον· ἵνα τὴν κατὰ Θεὸν ὁμόνοιαν πρὸς ἀλλήλους ἔχοντες, δυνηθῶμεν καταξιωθῆναι τοὺς ἁγίους ἐκείνους ἰδεῖν, καὶ παρὰ τὰς αἰωνίους αὐτῶν εὑρεθῆναι σκηνὰς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.