1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

αὐτοῖς τὸ νόσημα τῆς κλοπῆς. Εἰ γὰρ σὲ τὸν ἐλεύθερον, καὶ ἐπ' εὐγενείᾳ μέγα φρονοῦντα, ἄργυρος ἐν ἀγορᾷ λάμπων ἐφέλκεται πρὸς τὴν ἐπιθυμίαν, πολλῷ μᾶλλον τὸν οἰκέτην. Καὶ ταῦτα λέγω οὐκ ἀπαλλάττων ἐγκλημάτων τοὺς δραπέτας τῶν οἰκετῶν, καὶ τοὺς τὰ τοιαῦτα κακουργοῦντας, ἀλλὰ παραινῶν ὑμῖν μὴ παρατιθέναι τῶν τοιούτων νοσημάτων αὐτοῖς τὴν τροφήν. Ἀλλὰ ποῦ καταθώμεθα αὐτά; φησίν· εἰς γῆν κατορύξωμεν; Ἄπαγε· ἀλλ', εἰ βούλει τῆς ἐμῆς ἀνασχέσθαι συμβουλῆς, ἐρῶ σοι τρόπον, δι' οὗ τὸν δραπέτην εὐγνώμονα δυνήσῃ ποιῆσαι. γʹ. Καὶ γὰρ δραπέτης ἐστὶν ὁ πλοῦτος, σήμερον πρὸς τοῦτον, αὔριον πρὸς τὸν ἕτερον μεταπηδῶν· οὐ δραπέτης δὲ μόνον, ἀλλὰ καὶ δραπετοποιὸς, τοὺς φυλάττοντας αὐτὸν πολλάκις φυγάδας ποιῶν. Πῶς ἂν οὖν ὁ δραπέτης οὗτος κατασχεθείη; Ἀπ' ἐναντίας τοῖς ἄλλοις δραπέταις. Οἱ μὲν γὰρ ἄλλοι τηρούμενοι μένουσιν, οὗτος δὲ τηρούμενος φεύγει, σκορπιζόμενος μένει. Εἰ δὲ καινὸν τὸ εἰρημένον εἶναί σοι δοκεῖ, μάνθανε τοῦτο παρὰ τῶν γηπόνων. Καὶ γὰρ ἐκεῖνοι τὸν σῖτον ἐὰν μὲν ἐν οἴκῳ κατακλείσαντες χώσωσι, σητὶ καὶ σκώληκι παραδόντες ἀπώλεσαν· ἐὰν δὲ σκορπίσωσιν εἰς τὰς ἀρούρας, οὐ μόνον φυλάττουσιν, ἀλλὰ καὶ πλείονα ἐργάζονται· οὕτω καὶ ὁ πλοῦτος, μένων μὲν ἐν κιβωτίοις, καὶ ὑπὸ θύραις ὢν καὶ μοχλοῖς, καὶ εἰς γῆν κατορυττόμενος, δραπετεύει ταχέως· ἐὰν δὲ αὐτὸν, ὡς ὁ γηπόνος τὸν σῖτον εἰς τὴν ἄρουραν, οὕτως εἰς τὰς τῶν πενήτων σκορπίσῃς γαστέρας, οὐ μόνον οὐ δραπετεύει, ἀλλὰ καὶ πλείων ἐκεῖθεν γίνεται. Ταῦτα τοίνυν εἰδὼς, μὴ παραδῷς αὐτὸν οἰκέτῃ, ἀλλὰ μυρίαις αὐτὸν ποίησον κατέχεσθαι χερσὶ, ταῖς τῶν χηρῶν, ταῖς τῶν ὀρφανῶν, ταῖς τῶν τὰ σώματα λελωβημένων, ταῖς τῶν τὸ δεσμωτήριον οἰκούντων. 55.516 Οὐ γὰρ ἂν δυνηθείη διαδρᾶναι τοσαύτας λαβὰς, ἀλλὰ κατέχεται μετ' ἀσφαλείας, καὶ πλείων γίνεται. Καὶ τί καταλείψω τοῖς παιδίοις; φησί. Μάλιστα μὲν οὖν οὐ πάντα σοι ἀναγκάζω κενοῦν· εἰ δὲ καὶ πάντα, ταύτῃ μᾶλλον τοὺς παῖδας εὐπορωτέρους ποιήσεις, ἀντὶ χρημάτων τὸν Θεὸν αὐτοῖς καταλιμπάνων ἵλεω, τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν, μυρίους προστάτας καὶ εὐεργέτας καὶ ἐν ἀνθρώποις. Ὥσπερ γὰρ τοὺς πλεονέκτας, κἂν μὴ ἀδικηθῶμεν, μισοῦμεν· οὕτω τοὺς ἐλεεῖν εἰδότας, κἂν μὴ αὐτοὶ τῆς φιλοτιμίας ἀπολαύσωμεν, αἰδούμεθα, καὶ ποθοῦμεν, οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων παῖδας. Ἐννόησον τοίνυν ἡλίκος κόσμος τοὺς παῖδας ὁρωμένους μυρίους ἔχειν ἐραστὰς, καὶ πάντας ταῦτα λέγειν τὰ ῥήματα, εἰ εἰς τὴν τῶν δεομένων διατροφὴν ἀναλίσκοιτο ὁ πλοῦτος· ὁ τοῦ φιλανθρώπου, ὁ τοῦ ἐλεήμονος υἱός. Ἀλλὰ σὺ τὸν μὲν ἀναίσθητον καλλωπίζεις εἰκῆ καὶ μάτην· ἀναίσθητος γάρ ἐστιν ὁ λίθος, κἂν μυρία τάλαντα αὐτῷ περιθῇς χρυσίου· τὸν δὲ αἰσθανόμενον καὶ λιμῷ τηκόμενον οὐδὲ τῆς ἀναγκαίας ποιεῖς μεταλαμβάνειν τροφῆς. Ὅταν οὖν τὸ φοβερὸν βῆμα φανῇ, καὶ οἱ τοῦ πυρὸς ποταμοὶ, καὶ τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα, τί ἐρεῖς ὑπὲρ τῆς τοσαύτης βλακείας, ὑπὲρ τῆς τοσαύτης ἀνοίας, καὶ ὠμότητος, καὶ ἀπανθρωπίας; ποίαν πρόφασιν εὔλογον; Ὥσπερ γὰρ ἑκάστου τῶν ἄλλων σκοπός τίς ἐστι καὶ λόγος· καὶ ὁ γεωργὸς, ἐὰν ἀπαιτήσῃς αὐτὸν εὐθύνας, ἐρεῖ τίνος ἕνεκεν καὶ βόας ἔζευξε, καὶ αὔλακας ἔτεμε, καὶ ἄροτρον εἵλκυσε· καὶ ὁ ἔμπορος, τίνος ἕνεκεν τὸ πλοῖον καθείλκυσε, καὶ ἐργάτας ἐμισθώσατο, καὶ χρήματα ἐναπέθετο· καὶ ὁ οἰκοδόμος, καὶ ὁ ὑποδηματοῤῥάφος, καὶ ὁ χαλκοτύπος, καὶ ὁ ἀρτοποιὸς, καὶ ἕκαστος τῶν ἡντιναοῦν μετιόντων τέχνην ἀποδίδωσι τὸν λόγον καὶ τὴν αἰτίαν οὕτω καὶ σὺ, ὁ τὴν κλίνην τῷ ἀργύρῳ περιβάλλων ὁ τὸν ἵππον καὶ τὸν λίθον χρυσῶν, ὁ τὰ δέρματα τοιαῦτα κατασκευάζων, ἂν ἀπαιτηθῇς εὐθύνας καὶ