1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

15

καταλειφθέντων κληρονόμος; Οὐ γὰρ πάντως ἐκεῖνος ἔσται διάδοχος, ὃν σὺ προσδοκᾷς. 3.8.2 Ἂν παῖδας καταλείπῃς, τυχὸν κονδυλισθήσονται καὶ ὁμότροπός σου πλεονέκτης θρηνοῦντας αὐτοὺς τῆς οἰκίας τῆς πατρικῆς ἀπελάσει. Κἂν ἄπαις ὢν ἐπί τινα τῶν φίλων παραπέμψῃς τὸν κλῆρον, μὴ πρόσεχέ σου τῇ διαθήκῃ ὡς ἀκινήτῳ νόμῳ, ὡς πράγματι ἀναντιρρήτῳ καὶ ἰσχυρῷ. Ὀλίγη σπουδὴ ἄκυρον ποιεῖ τὴν γραφήν. Ἢ οὐχ ὁρᾷς τοὺς συνεχῶς ἐν τοῖς δικαστηρίοις κατὰ τῶν διαθηκῶν ἀγωνιζομένους, ὅπως αὐτὰς ποικίλοις ἐγχειρήμασι παρα κρούονται τοὺς τῶν νόμων τεχνίτας προϊστάμενοι συνηγόρους, τοὺς δεινοὺς ῥήτορας ἐπαγόμενοι βοηθοῦς, ψευδομάρτυρας τρέφοντες, δικαστή ρια διαφθείροντες; 3.8.3 Καὶ διὰ τοῦτο ἐξ ὧν ὁρᾷς ζῶν, περὶ τῶν μελλόντων τῶν μετὰ σὲ παιδεύου. Εἰ δίκαιον ἔχεις τὸν πλοῦτον, εἰς δέον χρῆσαι, ὡς ὁ μακάριος Ἰώβ· εἰ ἄδικον, ἀνάλυσον αὐτὸν ἐπὶ τοὺς βιασθέντας κυρίους, ὡς αἰχμάλωτον ἐκ πολέμου· ἢ αὐτὸν ὃν ἔλαβες ἢ μετὰ προσθήκης, ὡς ὁ Ζακχαῖος. Εἰ μὴ ἔχῃς, μὴ κτήσῃς κακῶς. Σοὶ μὲν γὰρ ἀκολουθήσει πικρὸν ἐφόδιον ἡ ἁμαρτία τὴν ἀναγκαίαν πορευομένῳ πορείαν· ἡ δὲ ἀπόλαυσις τῶν κτηθέντων οἷς οὐ γινώσκεις καταλειφθήσεται. 3.8.4 Καὶ τότε τὸν ∆αβὶδ θαυμάσεις λέγοντα· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Γνωρίσῃς δὲ καὶ τὸν πλούσιον τὸν ἀντίθετον τοῦ Λαζάρου, τὸν ἀρτίως ἡμῖν ἐκ τῶν εὐαγγελίων ἀναγνωσθέντα, οὐ μῦθον συγκείμενον εἰς κατάπληξιν, ἀλλὰ τύπον ἀκριβῆ παραδοθέντα τοῦ μέλλοντος. 3.9.1 Ἡ βύσσος ἐσάπη, ἡ βασιλεία μετῆλθεν εἰς ἕτερον, αἱ τρυφαὶ κατηργήθησαν· ἡ ἀπ' ἐκείνων ἁμαρτία συνεξεδήμησεν ὡς σκιὰ παρα μένουσα βαδίζοντι σώματι. Καὶ διὰ τοῦτο μετὰ τὴν πολυτέλειαν τῶν συμποσίων καὶ τὴν ἁβροδίαιτον τράπεζαν ὕδατος ῥανίδα ζητεῖ δακτύλου λεπροῦ ἀποστάζουσαν· καὶ καλεῖ τὸν πτωχὸν τῆς τιμωρίας θεραπευτήν, τὸν οὐδὲ χεῖρας ἔχοντα τάχα, ἡνίκα τῷ πυλῶνι προσέρριπτο· ἦ γὰρ ἂν τοὺς κύνας ἀπεσόβησεν τοὺς ἐπιλειχομένους τὰ τραύματα. 3.9.2 Ἐπιθυμεῖ δὲ συμμίξαι τῷ Λαζάρῳ ἐκ τοῦ κατάντικρυ βλεπομένῳ καὶ μέσῳ διείργεται τῷ ὀρύγματι ἢ τῷ χάσματι· οὐ βόθρου τινὸς ὄντως ὠρυγμένου οὐδὲ τάφρου πεποιημένης, ὡς ἐπὶ τῶν στρατοπέδων ἔστιν ἰδεῖν τὸ τοῦ πολέμου μεταίχμιον, ἀλλὰ τὸ κώλυμα, οἶμαι, τῶν ἁμαρτημάτων ὁ λόγος ἐνδείκνυται, ὃ τῷ κατεγνωσμένῳ τὴν πρὸς τὸν δίκαιον πάροδον ἀπετείχισεν. 3.9.3 Καί μου τὴν ἑρμηνείαν Ἠσαΐας ὁ προφήτης ἐπισφραγίζεται πρὸς λαὸν ἄφρονα βαρέως ἀποτεινόμενος καὶ λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου διασῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; Ἀλλ' αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Εἰ δὲ ἁμαρτήματα ἀνθρώπους χωρίζειν οἶδεν Θεοῦ, οὐδὲν ἂν πλεονεξίας ἁμαρτωλότερον γένοιτο, ἣ καὶ παρὰ τῆς ἀψευδοῦς φωνῆς Παύλου, τοῦ τῆς ἀληθείας κήρυκος, εἰδωλολατρεία προσαγορεύεται καὶ πάντων τῶν κακῶν ῥίζα καὶ μήτηρ. 3.10.1 Πόθεν γὰρ οἱ τῆς μερίδος ὄντες ποτε τῶν χριστιανῶν καὶ κοινωνοὶ τῶν μυστηρίων πρὸς τὴν τῶν δαιμόνων λατρείαν εἱλκύσθησαν; Οὐκ ἔρωτι τοῦ πολλὰ κτήσασθαι καὶ κύριοι γένεσθαι τῶν ἀλλοτρίων; Λαβόντες δὲ ὑποσχέσεις παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἢ ζωῆς ἀρχοντικῆς ἢ περιουσίας τῆς ἐκ βασιλικῶν ταμιείων, ὥσπερ ἱμάτιον ταχέως τὴν θρησκείαν μετημφιέσαντο. Καὶ τὰ μὲν τῶν ἀνωτέρω χρόνων τῆς ἡμετέρας ζωῆς μνήμη καὶ ἀκοὴ διεσώσατο καὶ ἐδίδαξεν. 3.10.2 Ἔστιν δὲ ἃ καὶ ὁ καθ' ἡμᾶς βίος τῇ πείρᾳ παρέδωκεν. Ὅτε γὰρ ὁ βασιλεὺς ἐκεῖνος ὁ τὸ προσωπεῖον τοῦ χριστιανοῦ ἀθρόον ἀποθέμενος, γυμνώσας δὲ τὸ δρᾶμα τὸ κωμικὸν ὃ ἐν πολλῷ τῷ χρόνῳ καθυπεκρίνατο, αὐτός τε ἀναιδῶς ἔθυεν δαίμοσιν καὶ τοῖς τοῦτο βουλομένοις ποιεῖν πολλὰ προετέθη τὰ χρέα, πόσοι τὴν ἐκκλησίαν ἀφέντες ἐπὶ τοὺς βωμοὺς ἔδραμον; πόσοι δὲ τὸ τῶν ἀξιωμάτων δέλεαρ εἰσδεξάμενοι μετ' ἐκείνου κατέπιον τὸ τῆς παραβάσεως ἄγκιστρον; 3.10.3 Στιγματίαι δὲ περινοστοῦσι κατὰ τὰς πόλεις, μισούμενοι· δακτυλοδεικτούμενοι προδόται καὶ οὗτοι τοῦ Χριστοῦ δι' ὀλίγον