15
«ἵν' οὕτως εἴπω» φησὶν «ἐν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄω ἦν.» 17.5 ὡς περὶ ἀνθρώπου δὲ μόνου προσομιλῶν ἀλλ' οὐκέτι καὶ τῆς θείας αὐτοῦ στοχαζόμενος φύσεως, ἐν τοῖς κατωτάτω μὲν αὐτὸν ἔφασκεν ἀφῖχθαι, προαιρέσει δὲ δήπουθεν ἄνω βεβηκέναι, καθάπερ οὖν ἀμέλει καὶ τοὺς ἄλλους ἀνθρώπους. 17.6 «οὕτω» γὰρ ἔφη «καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ» φησὶν «αἱ κάτω, ἐν τῷ κάτω μὲν δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσι τῇ προαιρέσει». κουφολογίᾳ δὲ δὴ περιηχήσας ἀπειροπληθεῖ τὸν κόσμον, οὐδὲ τοῦτο ξυνίησιν ὅτι πᾶς ὁστισοῦν ἀνθρώπων, εἰ καὶ σφόδρα σχέτλιός ἐστιν, ἐν ᾅδου κατελθὼν ἄων τῇ προαιρέσει καθέστηκεν. 17.7 οὐδεὶς γοῦν ἂν εἴη γε δικαίων οὐδ' ἀδίκων, ὃς οὐ γλίχεται τῶν ἀνωτάτω μὲν ἑκάστοτε διατριβῶν ἔχεσθαι, τῶν δὲ καταχθονίων 20ἀπηλλάχθαι τόπων. εἰ τοίνυν ἅπαντες ὁμοῦ οἱ20 καταχθέντες εἰς ᾅδου τῶν ἄνω φορῶν ἐρῶσι προαιρέσει, κἂν οὐ πάνυ δικαίου τινὲς ἐπεμελήσαντο βίου, ποταπὸν ἀξίωμα τοῦ προφητικοῦ διεσάφει χοροῦ; 17.8 τί δὲ τὸ περιττὸν ἀπήγγελλε τοῦ κυρίου, πᾶσιν ὅμοιον ἀποφαίνων αὐτόν; ἀλλ' οὕτως ἀμαθῶς ἐξήχησε τὴν φωνήν, οὐκ ἐννοήσας ὅτι θεὸς ὢν ὁ λόγος, οὐ προαιρέσει μᾶλλον, 20ἀλλ' ἀρετῇ τῆς θεότητος ἁπανταχοῦ πάρεστιν20 ἀθρόως. 17.9 εἰ δὲ καὶ τὰ μάλιστα τὸν ἔκκριτον ἑαυτοῦ ναὸν ἐπέτρεψε λυθῆναι, τριήμερον μὲν αὐτίκα πάλιν ἀνήγειρε καινοπρεπῶς, ἡ δὲ ψυχὴ τοῦδε τοῦ ἀνθρωπείου σκηνώματος εἰς τὰ κατώτατα κατελθοῦσα μέρη τῆς γῆς, ἀνεπέτασε τὰς ἐκεῖσε πύλας ἀθρόᾳ ῥοπῇ καὶ τὰς αὐτόθι καθειργμένας ἀνῆκε ψυχάς· 17.10 οὕτω δὲ θεσπεσίᾳ κεκραταίωται δυνάμει διὰ τὴν τοῦ θεοῦ καὶ λόγου συνουσίαν, ὥστε καὶ παντέφορον ἔχειν ἐξουσίαν.
18.1 Ἁλλὰ μὴν ἔγωγε πείθομαι καὶ τούτου τεκμήριον εἶναι σαφές, ὁπηνίκα
μὲν εἰς τοὺς καταχθονίους ἀφικνεῖτο τόπους, ἐν ταὐτῷ δὲ καὶ τὴν τοῦ λῃστοῦ ψυχὴν αὐθήμερον εἰσῆγεν εἰς τὸν παράδεισον. 18.2 εἰ γὰρ δι' ἑνὸς ἀνθρώπου τοῖς ἅπασιν ὑπῆρξεν ἀνθρώποις ἡ 20σωτηρία, πρόδηλον ὡς ἡ ψυχὴ τὰς ὁμογενεῖς20 ἀναλυτροῦται ψυχάς, ἅμα μὲν εἰς τὰ καταχθόνια κατιοῦσα μέρη τοῦ χάους, ἅμα δὲ καὶ τῇ ἀρχαιοτάτῃ τοῦ παραδείσου πάλιν ἀποκαθιστῶσα νομῇ τὸν ὑπεισδύντα τῷ κράτει τῆς ἀηττήτου βασιλείας. 18.3 ἀκόλουθα δὲ καὶ πρὸ τούτων ὁ τοῦ θεοῦ παῖς ἐμαρτύρετο, προλέγων ὅτι «καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ». 18.4 τοιγαροῦν εἴπερ ἔφασκε τὸν ἐκ τοῦ ἀνθρωπείου γένους ὁρμώμενον εἰς οὐρανὸν μὲν ἀναβεβηκέναι μονώτατον ἐκ πάντων, ἐκ δὲ τῶν ἐκεῖσε πάλιν καταβεβηκέναι ἐνθάδε, καὶ δεῦρο βεβηκότα φοιτᾶν ἐν οὐρανῷ, συνέστηκεν ὅτι ψυχῆς ἀρετῇ ταῦτα ἔπραττεν ὁ ἄνθρωπος ἐκκρίτως. 18.5 ἡ γὰρ ἁγία τοῦ Χριστοῦ ψυχή, τῷ θεῷ συνδιαιτωμένη καὶ λόγῳ, πάντα μὲν ἐκπεριπολεῖ συλλήβδην, εἰς αὐτὸν δὲ βέβηκεν τὸν ἀνώτατον οὐρανόν, εἰς ὃν οὐδεὶς ἄλλος ἀνῆλθε τῶν ἀνθρώπων. ἀλλὰ ταῦτα εἰς αὐτὴν ἀνήρτηται τὴν ἀνθρωπείαν ἰδέαν, ἣν ὁ θεὸς ἐφόρεσε καὶ λόγος. 18.6 ὅτι δὲ πανταχοῦ πάρεστιν ἀθρόως ὁ τοῦ θεοῦ παῖς, οὐχ ἥκιστα καὶ περὶ τούτου μάρτυς ἕστηκεν Ἰωάννης, αὐτήκοος μὲν ὑπάρχων αὐτοῦ τοῦ Χριστοῦ, βοᾷ δὲ γεγωνότως αὐτολεξεί «θεὸν οὐδεὶς ἑόρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». 18.7 καὶ μὴν εἰ δεῦρο παρὼν ἐπεφοίτα σωματικῶς ὁ Χριστός, ὁπηνίκα τούτους ἀπήγγελλεν 20Ἰωάννῃ τοὺς λόγους, ὁ δὲ τὰς τούτου ῥήσεις20 ὑποδεξάμενος ἐκήρυττε μὲν αὐτὸν ἐν τοῖς κόλποις εἶναι τοῦ πατρός, ἑστιώμενον ἐπὶ γῆς αὐτῷ σώματι, πῶς οὐκ ἐννοητέον ὅτι καὶ τῶν οὐρανῶν ἐπιβεβήκει τῷ τότε, καὶ ὡς κόλπων εἴσω διαιτώμενος καὶ τῇ γῇ θεοπρεπῶς ἐπεδήμει καὶ πᾶσιν ὁμοῦ παρῆν οἷα θεός;