1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

15

γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς. 171 17, 27 ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. 172 17, 28 ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται· ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας· διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.

173 18, 1 προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ

δὲ καιρῷ ἐπονείδιστος ἔσται Προφάσεις λέγει τὰς ἁμαρτίας· «τοῦ προφασίζεσθαι γάρ, φησίν, προφάσεις ἐν ἁμαρτίαις.» Φίλους δὲ πάντας τοὺς ἁγίους οἷς δι' ἀρετῆς συνήπτετο. 174 18, 2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. 175 18, 5 θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος καὶ κατ' αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. 176 18, 6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή.» Καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραύτης. 177 18, 8.1 ὀκνηροὺς καταβάλλει φόβος Ὀκνηροὺς καταβάλλει φόβος ἤτοι ὁ ἐχθρὸς φόβος ἢ ὁ τοῦ κυρίου χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. 178 18, 8.2 ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ' ἑτέρου βουλόμενος. 179 18, 9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν Καὶ ὁ Παῦλός φησιν· «ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ.» 180 18, 10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου· αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει. Καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι· διὰ δὲ θεωρίας ὑψοῦνται. 181 18, 12 πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς καὶ πρὸ δόξης ταπεινοῦται Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. 182 18, 13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. Καὶ ὁ ∆αυίδ φησιν· «τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου καὶ» τότε «διηγήσασθαι» καὶ ἄλλοις «τὰ θαυμάσιά σου». Καὶ πάλιν ὁ Σολομών φησιν· «ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.» 183 18, 14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν. ∆ύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως. 184 18, 16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ, ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. 185 18, 18 ἀντιλογίας παύει κλῆρος· ἐν δὲ δυνάσταις ὁρίζει Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς. 186 18, 21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ