1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

ἀνιάτως ἔχῃς, πρόσελθε τῷ θεραπευτῇ, δεήθητι, θεράπευσον τὰ τραύματα διὰ τῶν τραυμά των, κτῆσαι τῷ ὁμοίῳ τὸ ὅμοιον, μᾶλλον δὲ, τοῖς ἐλάττοσι τὰ μείζονα θεραπεύθητι. Ἐρεῖ τῇ ψυχῇ σου· Σωτηρία σου εἰμὶ ἐγώ· καὶ, Ἡ πίστις σου σέσωκέ σε· καὶ, Ἰδοὺ ὑγιὴς γέγονας· καὶ πάντα τὰ τῆς φιλανθρωπίας ῥήματα, μόνον ἂν ἴδῃ σε τοῖς ἀλγοῦσι φιλάνθρωπον.

ΛΗʹ. Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οὐ πολλοστὸς ἐν τοῖς μακαρισμοῖς ὁ ἔλεος. Καὶ, Μακάριος ὁ συνιὼν, ἐπὶ πτωχὸν καὶ πένητα· καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· καὶ, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. Ἁρπάσωμεν τὸν μακαρισμὸν, συνιέντες κληθῶμεν, χρηστοὶ γενώμεθα. Μὴ διακοψάτω σου μηδὲ νὺξ τὸν ἔλεον. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω σοι· μή τι μέσον γένη ται τῆς ὁρμῆς καὶ τῆς εὐεργεσίας· τοῦτο μόνον, οὐ δέχεται ἀναβολὴν ἡ φιλανθρωπία. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέ γους εἰσάγαγε εἰς τὸν οἶκόν σου, καὶ ταῦτα μετὰ προθυμίας. Ὁ γὰρ ἐλεῶν, φησὶν, ἐν ἱλαρότη τι· καὶ διπλασιάζεταί σοι τὸ ἀγαθὸν τῇ ἑτοιμό τητι. Τὸ γὰρ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης, ἄχαρί τε καὶ ἀκαλλώπιστον. Πανηγυριστέον δὲ, οὐ θρηνητέον τὴν 35.909 εὐποιίαν. Ἐὰν ἀνέλῃς σύνδεσμον, φησὶ, καὶ χειροτονίαν, μικρολογίαν δὴ λέγω τοῦτο καὶ δο κιμασίαν, εἶτ' οὖν ἀμφιβολίαν, καὶ ῥῆμα γογγυ σμοῦ, τί γενήσεται; Ὡς μέγα τι καὶ θαυμά σιον! οἷον καὶ ὅσος ὁ τούτου μισθός! Ῥαγή σεται πρώιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Τίς οὖν οὐκ ἐφίεται φωτὸς καὶ ἰά σεως;

ΛΘʹ. Αἰδοῦμαι δὲ καὶ τὸ Χριστοῦ γλωσσόκομον, ὃ πρὸς πτωχοτροφίαν ἡμᾶς παρακαλεῖ· καὶ τὴν Παύλου καὶ Πέτρου συμφωνίαν, ὅτι τὸ Εὐαγγέλιον διελόμενοι, τοὺς πτωχοὺς κοινωνοὺς ἐποιήσαντο· καὶ τὴν τοῦ νέου τελείωσιν ἐν τῷ τὰ ὄντα δοῦναι πτωχοῖς ὁρισθεῖσάν τε καὶ νομοθετηθεῖσαν. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς φιλανθρωπίας, ἀλλ' αἵρεσιν; μηδὲ νόμον, ἀλλὰ παραίνεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην τοῦτο, καὶ ὑπελάμβανον· ἀλλὰ φοβεῖ με ἡ ἀριστερὰ χεὶρ, καὶ οἱ ἔριφοι, καὶ ἂ παρὰ τοῦ στήσαντος ὀνειδίζονται· οὐχ ὅτι διηρπάκασιν, οὐθ' ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων πεποιήκασιν, ταύτην τὴν τάξιν κατακριθέντες, ἀλλ' ὅτι μὴ Χριστὸν διὰ τῶν δεομένων τεθεραπεύκασιν.

Μʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, δοῦλοι Χριστοῦ, καὶ ἀδελφοὶ, καὶ συγκληρονόμοι, ἕως ἐστὶ καιρὸς, Χριστὸν ἐπισκεψώμεθα, Χριστὸν θεραπεύσωμεν, Χριστὸν θρέψωμεν, Χριστὸν ἐνδύσωμεν, Χριστὸν συναγάγωμεν, Χριστὸν τιμήσωμεν· μὴ τραπέζῃ μόνον, ὥς τινες· μηδὲ μύροις, ὡς ἡ Μαρία· μηδὲ τάφῳ μόνον, ὡς Ἰωσὴφ ὁ Ἀριμαθαῖος· μηδὲ τοῖς πρὸς τὴν ταφὴν, ὡς Νικόδημος ὁ ἐξ ἡμισείας φιλόχριστος· μηδὲ χρυσῷ καὶ λιβάνῳ καὶ σμύρνῃ, ὡς οἱ μάγοι πρὸ τῶν εἰρημένων· ἀλλ' ἐπειδὴ ἔλεον θέλει καὶ οὐ θυσίαν ὁ πάντων ∆εσπότης, καὶ ὑπὲρ μυριάδας ἀρνῶν πιόνων ἡ εὐσπλαγχνία, ταύτην εἰσφέρωμεν αὐτῷ διὰ τῶν δεομένων, καὶ χαμαὶ σήμερον ἐῤῥιμμένων, ἵνα, ὅταν ἐνθένδε ἀπαλλαγῶμεν, δέξωνται ἡμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.