1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

καιρῷ πρᾶγμα τῷ τότε πρέπον· φιλαίθριον γὰρ οὐδὲν ὡς πανήγυρις. ὃ καὶ παρεῖχε τοῖς μὲν ἐχθροῖς ἡδονήν ὡς δυσφοροῦντος τοῦ θεοῦ τοῖς δρωμένοις, ἡμῖν δ' ἀνίαν ἐν φρεσὶν κεκρυμμένην. ἐπεὶ δ' ἐγώ τε καὶ τὸ πορφύρας κράτος κιγκλίδος ἦμεν τῆς σεβασμίας ἔσω, πάντων δ' ἐπήρθη συμμιγὴς αἶνος θεοῦ καλουμένου βοῇ τε καὶ χειρῶν τάσει, τοσοῦτον ἐξέλαμψεν ἡλίου σέλας νέφους ῥαγέντος τῷ θεοῦ προστάγματι, ὡς πάντα μὲν τὸν οἶκον ἀστραπηφόρον εὐθὺς γενέσθαι, τὸν πρὶν ἐστυγνασμένον, καὶ τῆς παλαιᾶς εἰκόνα σκηνῆς λαβεῖν ἅπαντας, ἣν ἔκρυπτε λαμπρότης θεοῦ, εἶδος δὲ πᾶσιν αἰθριᾶσαι καὶ φρένας· κἀνταῦθα θάρσους συνδραμόντος τῇ θέᾳ ἡμᾶς βοᾶσθαι πανσθενεὶ ζητουμένους, ὡς τοῖς παροῦσι τοῦδε λείποντος μόνου, πρῶτόν τε καὶ μέγιστον ἐκ πρώτου κράτους τοῦτ' ἂν γενέσθαι πρὸ θρόνων πόλει γέρας· ἡμᾶς δοθῆναι τοῖς θρόνοις τοῦ ἄστεος. ταῦτ' ἦν ἀπ' ἀνδρῶν ἐν τέλει καὶ τῶν κάτω, πάντων ἀπ' ἴσου τοῦ πόθου ἰσουμένων, ταῦτ' ἐκ γυναικῶν ὑψόθεν βοώμενα πέρα σχεδόν τι τοῦ γυναιξὶ κοσμίου. βροντή τις ἦν ἄπιστος ἀντικλωμένη, ἕως ἐγώ τιν' ἐξαναστήσας θρόνων σύνεδρον-οὐκ ἐμοὶ γὰρ ἦν φωνῆς τόνος συνωσμένῳ τε καὶ δέει κεκμηκότι- γλώσσης τάδ' εἶπον ῥήματ' ἐξ ἀλλοτρίας· «ἐπίσχεθ' οὗτοι, τὴν βοὴν ἐπίσχετε. καιρὸς γάρ ἐστι παντός· εὐχαριστίας ὁ νῦν· ὁ δ' εἰσέπειτα καὶ τῶν μειζόνων.» λαὸς δ' ἐπερρόθησαν, οἷς ἐφθεγξάμην- πᾶσιν γάρ ἐστι προσφιλὲς τὸ μέτριον- αὐτός τ' ἀπῆλθεν αἰνέσας αὐτοκράτωρ. οὕτω μὲν οὗτος σύλλογος καταστρέφει τοσοῦτον ἡμᾶς ἐκφοβήσας καὶ μόνον, ὅσον γυμνωθὲν ἓν ξίφος πάλιν ἔσω πεσεῖν, θράσος τε συντεμεῖν θερμοῦ λεώ. Τὰ δ' ἔνθεν οὐκ οἶδ', ὡς προάξω τὸν λόγον ἔχοντα καί τιν' ὄγκον ἐν τοῖς πράγμασιν. τίς συγγραφεύς μοι τῷ λόγῳ δοίη πέρας; αἰσχύνομαι γὰρ ταῖς ἐμαῖς εὐφημίαις, κἂν ἄλλος εὖ λέγῃ με. τοῦτ' ἐμὸς νόμος. ὅμως δὲ λέξω μετριάζων ὡς σθένος. Ἦν ἔνδον· ἡ πόλις δὲ τὸ φρύαγμα μέν κάτω βεβλήκει τοῦ ναοῦ κρατουμένου· ὅμως δ' ὑπεστέναζεν, ὡς γίγας, φασίν, βληθεὶς κεραυνῷ πρόσθεν Αἰτναίῳ πάγῳ καπνόν τε καὶ πῦρ ἐκ βάθους ἠρεύγετο. τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; διδάξαθ' ἡμᾶς, εἴπαθ', οἱ νῦν ἐντελεῖς, ὁ μειρακίσκων σύλλογος τῶν ἀθλίων, οἷς τὸ πρᾶον μὲν ἀδρανὲς νομίζεται, τὸ δ' ἐμμανές τε καὶ κάκιστον ἀνδρικόν.

ὠθεῖν, ἐλαύνειν, ἀγριοῦν, ἀναφλέγειν καιρῷ τ' ἀπλήστως χρωμένους καὶ τῷ κράτει; ἢ φαρμακεύειν φαρμάκοις σωτηρίας; δύω γὰρ οὕτω καλὰ κερδαίνειν παρῆν· αὐτούς τε ποιεῖν μετρίους τῷ μετρίῳ ἡμᾶς τε δόξαν καὶ τὸ φίλτρον λαμβάνειν. τοῦτ' ἦν δίκαιον, τοῦτο καὶ φανήσομαι ἀεί τε ποιῶν καὶ τόθ', ὡς μάλιστ' ἐνῆν. Πρῶτον μέν, ὡς δείξαιμι μὴ καιροῦ φορᾷ νέμων τὸ πλεῖον ἢ κράτει τῷ τοῦ θεοῦ, τί νουθετοῦμαι τῷ καλῷ παραινέτῃ, λόγον δ' ἔχω σύμβουλον ἀσφαλέστατον; πάντων σεβόντων τὴν ὀφρὺν τῶν ἐν τέλει- τούτων μάλιστα τοὺς ἔσω παραστάτας, οἳ πάντ' ἄνανδροι τἆλλα, πλὴν εἰς χρήματα- τί δ' ἄν τις εἴποι, πῶς τε καὶ τέχναις ὅσαις αὐτοῖς πυλῶσι βασιλικοῖς προσκειμένων, κατηγορούντων, λαμβανόντων ἐκτόπως, τῆς εὐσεβείας ἐμφορουμένων κακῶς, ἀσχημονούντων, ὥς γε συντόμως φράσαι, μόνος ποθεῖσθαι μᾶλλον ἢ μισεῖσθ' ἔγνων καὶ τῷ σπανίῳ τὸ σεμνὸν ἠμπολησάμην θεῷ τὰ πολλὰ καὶ καθάρσει προσνέμων, τῶν δὲ κρατούντων τὰς θύρας ἄλλοις διδούς. Ἔπειτα τοὺς μὲν ἠπορημένους βλέπων, ἐφ' οἷς συνῄδεσάν σφισιν ἠδικηκότες, τοὺς δ' εὖ παθεῖν χρῄζοντας ὡς εἰκὸς πάλιν, τοῖς μὲν ἀφῆκα τὸν φόβον, τοὺς δ' ὠφέλουν, ἄλλους κατ' ἄλλην χρείαν, ὡς ἦν μοι σθένος. ἓν δ' ἐξ ἁπάντων δείγματος λέξω χάριν.

Ἔνδον ποθ' ἡσύχαζον ἐξ ἀρρωστίας- ἦρκτο γάρ, ἦρκτο συνδραμοῦσα τοῖς πόνοις. ταῦτ' ἐτρυφῶμεν, ὡς δοκεῖ τοῖς βασκάνοις. οὕτω δ' ἔχοντος ἀθρόως δήμου τινές ἐπεισίασι, σὺν δὲ τοῖς νεανίας, ὠχρός, κομήτης, πενθικῶς ἐσταλμένος. ἐμοῦ δ' ἐπιστρέψαντος ἐκ κλίνης πόδας οὕτω τι μικρόν, οἷα τὰ πτοουμένων, οἱ μὲν θεῷ τε