15
καταμηνύῃ διάθεσιν, ὅθεν ῥᾳδίως ἐπιγινώσκομεν τόν τε τῇ λύπῃ κρατού μενον καὶ τὸν τῷ θυμῷ διανεστηκότα καὶ τὸν ἐν ἐπιθυμίᾳ λυόμενον καὶ ἐκ τοῦ ἐναντίου τὸν φαιδρὸν τὸν ἀόργητον τὸν τῷ σεμνῷ χαρακτῆρι τῆς σωφροσύνης καλλωπιζόμενον. ὥσπερ τοίνυν κατὰ τὴν ἐνεστῶσαν ζωὴν μορφὴ γίνεται ἡ ποιὰ διάθεσις τῆς καρδίας καὶ πρὸς τὸ ἐγκείμενον πάθος τὸ τοῦ ἀνθρώπου εἶδος ἀπεικονίζεται, οὕτω μοι δοκεῖ πρὸς τὸ θειότερον ὑπαλλαγείσης τῆς φύσεως εἰδοποιεῖσθαι διὰ τοῦ ἤθους ὁ ἄνθρωπος οὐκ ἄλλο τι ὢν καὶ ἄλλο φαινόμενος, ἀλλ' ὅπερ ἐστὶ τοῦτο καὶ γινωσκόμενος ὡς ὁ σώφρων ὁ δίκαιος ὁ πρᾶος ὁ καθαρὸς ὁ ἀγαπητικὸς ὁ φιλόθεος, καὶ πάλιν ἐν τούτοις ἢ ὁ πάντα ἔχων τὰ ἀγαθὰ ἢ ὁ ἑνὶ μόνῳ κοσμούμενος ἢ ὁ ἐν τοῖς πλείοσιν εὑρισκόμενος ἢ ὁ ἐν τῷδε μὲν ἐλαττούμενος πλεονεκτῶν δὲ κατὰ τὸ ἕτερον. ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων, τῶν τε κατὰ τὸ κρεῖττον καὶ τῶν κατὰ τὸ ἐναντίον ἐπιθεωρουμένων ἰδιωμάτων, οἷον εἰς διαφόρους ἰδέας οἱ καθ' ἕκαστον ἀπ' ἀλλήλων μερίζονται, ἕως ἂν τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος ὥς φησιν ὁ 9.66 ἀπόστολος καὶ τῆς κακίας καθόλου πάντων τῶν ὄντων ἐξοικισθείσης ἓν τὸ θεοειδὲς κάλλος ἐπαστράψῃ τοῖς πᾶσιν, ᾧ κατ' ἀρχὰς ἐμορφώθημεν. τοῦτο δέ ἐστι φῶς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ ζωὴ καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα, [οὐδὲ γὰρ ἀπεικός ἐστιν ἡμέρας τέκνα καὶ φωτὸς εἶναί τε καὶ φαίνεσθαι] φωτὸς δὲ καὶ καθαρότητος καὶ ἀφθαρσίας οὐδεμία παραλλαγὴ οὐδὲ διαφορὰ πρὸς τὸ ὁμογενὲς εὑρεθήσεται, ἀλλὰ μία χάρις ἐπιλάμψει τοῖς πᾶσιν, ὅταν υἱοὶ φωτὸς γενόμενοι λάμψωσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνήν. ἀλλὰ καὶ τὸ πάντας ἔσεσθαι τετελειωμένους εἰς τὸ ἓν κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ λόγου τῆς αὐτῆς ἔχεται διανοίας τῷ μίαν καὶ τὴν αὐτὴν τοῖς πᾶσιν ἐπιφανήσεσθαι χάριν, ὡς τὴν αὐτὴν εὐφροσύνην ἕκαστον τῷ πέλας ἀντι χαρίζεσθαι, δι' οὗ ἕκαστος καὶ εὐφραίνεται τοῦ ἑτέρου τὸ κάλλος βλέπων καὶ ἀντευφραίνει μηδεμιᾶς κακίας μετα μορφούσης τὸ εἶδος εἰς εἰδεχθῆ χαρακτῆρα. Ταῦτα ἡμῖν ὁ νοῦς ὁ ἡμέτερος ἀντὶ τῶν κατοιχομένων διείλεκται τὰς φωνὰς ἐκείνων ὡς δυνατὸν ἡμῖν ὑποκρινόμενος. ἡμεῖς δὲ τῇ τοῦ μεγάλου Παύλου φωνῇ τὴν πρὸς τοὺς βαρυπενθοῦντας συμβουλὴν περιγράψωμεν ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
Εἰ οὖν τι μεμαθήκαμεν σπουδῆς ἄξιον περὶ τῶν κεκοιμη μένων δι' ὧν ἡμῖν ὁ λόγος τὰ περὶ τούτων ἐφιλοσόφησε, μηκέτι τὴν δυσγενῆ ταύτην καὶ ἀνδραποδώδη λύπην 9.67 παραδεξώμεθα, ἀλλ' εἰ χρὴ καὶ λυπεῖσθαι, ἐκείνην ἑλώμεθα τὴν λύπην τὴν ἐπαινετὴν καὶ ἐνάρετον. ὡς γὰρ τῆς ἡδονῆς τὸ μέν ἐστι κτηνῶδες καὶ ἄλογον τὸ δὲ καθαρόν τε καὶ ἄϋλον, οὕτω καὶ τὸ ἀντικείμενον τῇ ἡδονῇ πρὸς κακίαν καὶ ἀρετὴν διαστέλλεται. ἔστιν οὖν τι καὶ πένθους εἶδος μακαρι ζόμενον καὶ πρὸς κτῆσιν ἀρετῆς οὐκ ἀπόβλητον, ὅπερ ἐναντίως ἔχει πρὸς τὴν ἄλογον ταύτην καὶ ἀνδραποδώδη κατήφειαν. ὁ μὲν γὰρ ἐν ταύτῃ γενόμενος ἑαυτοῦ μετὰ ταῦτα διὰ μετα μελείας καθάψεται ὡς ἔξω τοῦ καθεστῶτος παρενεχθεὶς, ὅτε τοῦ πάθους ἥττων ἐγένετο. τὸ δὲ μακαριζόμενον πένθος ἀμεταμέλητον καὶ ἀνεπαίσχυντον ἔχει τὴν σκυθρωπότητα τοῖς δι' αὐτοῦ τὸν ἐν ἀρετῇ κατορθοῦσι βίον. πενθεῖ γὰρ ὡς ἀληθῶς ὁ ἐν συναισθήσει τῶν ἀγαθῶν ἐκείνων γενόμενος ὧν ἀποπέπτωκεν, ἀντιπαραθεὶς τὴν ἐπίκηρον ταύτην καὶ ῥυπῶσαν ζωὴν τῇ ἀκηράτῳ ἐκείνῃ μακαριότητι, ἧς ἐν ἐξουσίᾳ ἦν πρὶν τῇ ἐξουσίᾳ εἰς κακὸν ἀποχρήσασθαι, καὶ ὅσῳ πλέον ἐπὶ τῷ τοιούτῳ βίῳ βαρύνει τὸ πένθος, τοσούτῳ μᾶλλον ἐπιταχύνει ἑαυτῷ τὴν τῶν ποθουμένων ἀγαθῶν κτῆσιν. ἡ γὰρ τῆς τοῦ καλοῦ ζημίας συναίσθησις τῆς περὶ τὸ ποθούμενον σπουδῆς ὑπέκκαυμα γίνεται. οὐκοῦν ἐπειδήπερ ἔστιν καὶ σωτήριόν τι πένθος καθὼς ὁ λόγος ὑπέδειξεν, ἀκούσατε, οἱ πρὸς τὸ τῆς λύπης πάθος εὐκόλως καταφερόμενοι, ὅτι οὐ κωλύομεν τὴν λύπην, ἀλλ' ἀντὶ τῆς κατεγνωσμένης τὴν ἀγαθὴν συμβουλεύομεν. μὴ λυπεῖσθε τοίνυν τὴν τοῦ κόσμου λύπην τὴν κατεργαζομένην