15
προφήταις ἐπὶ τοῦ καιροῦ τῆς χρείας σχισθέντος τοῦ ὕδατος, διὰ τοῦ 46.933 ῥεύματος διαβατὸς ὁ Ἰορδάνης ἐγένετο, τοσοῦτον διασχὼν ἐν ἑαυτῷ τὸ ῥεῖθρον, ὅσον τοῖς ποσὶ παρα σχεῖν τῶν προφητῶν διὰ ξηροῦ τοῦ πυθμένος ἐνδιο δεῦσαι, τῷ δὲ ἐφεξῆς χρόνῳ καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων τοιοῦτος ἦν, οἷος καὶ πρόσθεν ἦν. Λύκος ἐκεῖνος ἅπαξ ἀπωσθεὶς τῆς ἀτάκτου φορᾶς, εἰς τὸ ἀεὶ τὸ θαῦμα τοῦ Γρηγορίου ποιεῖ, παντὶ τῷ ἐφεξῆς χρόνῳ τοιοῦτος μένων, οἷον αὐτὸν ἡ τοῦ μεγάλου πί στις ἐν τῷ καιρῷ τῆς θαυματουργίας ἐποίησεν.
Ὁ σκοπὸς δὲ τῶν γινομένων οὐχὶ ἡ τῶν ὁρώντων ἔκ πληξις ἦν, ἀλλ' ἡ τῶν προσοικούντων τῷ ποταμῷ σωτηρία. Ὥστε τοῦ θαύματος τὸ ἴσον ἔχοντος (ὑπο χωρεῖ γὰρ καὶ τοῖς προφήταις καὶ τῷ μιμητῇ τῶν προφητῶν κατὰ τὸ ἴσον ἡ τοῦ ὕδατος φύσις), εἰ χρὴ μετὰ παῤῥησίας εἰπεῖν, πλεονεκτεῖ τῷ φιλανθρώπῳ τὸ παρὰ τούτου γενόμενον, δι' οὗ τῶν προσοικούντων ἡ σωτηρία κατησφαλίσθη, τοῦ ὕδατος πεδηθέντος ἅπαξ κατ' ἐκεῖνο τοῦ ῥεύματος, καὶ ἀκινήτου πρὸς τὸ ἐφεξῆς διαμένοντος. Ἐπειδὴ, πανταχοῦ τῆς χώρας τῶν τοιούτων θαυμάτων διαφοιτώντων, τῇ δυνάμει τῆς εἰς Χριστὸν πίστεως ἐνεργεῖσθαι πεπιστευμένων, καὶ πάντες μετέχειν ἐπεθύμουν ἐκείνης τῆς πίστεως τῆς ὑπὸ τῶν τοιούτων μαρτυρουμένης θαυμάτων, καὶ πανταχοῦ προῄει τὸ κήρυγμα, καὶ ἐνεργὸν ἦν τὸ μυστήριον καὶ ἡ σπουδὴ πρὸς τὸ ἀγαθὸν ἐπετείνετο, τῆς ἱερωσύνης παρὰ πᾶσι καθισταμένης, ὡς ἂν διὰ πάντων ἡ πίστις πλεονάζοι καὶ αὔξοιτο· γίνεται οὖν πρεσβεία πρὸς αὐτὸν ἐκ πόλεώς τινος ἀστυγείτονος, ἐλθεῖν πρὸς αὐτοὺς, καὶ τὴν παρ' αὐτοῖς ἐκκλησίαν διὰ τῆς ἱερωσύνης συστήσασθαι. Κώμανα δὲ τῇ πόλει τοὔνομα, ᾗ ἐπιξενωθῆναι τὸν μέγαν ἠξίουν πανδημεὶ πάντες τὴν χάριν αἰτούμενοι. Γενόμενος τοίνυν παρ' αὐτοῖς καὶ συνδιαγαγὼν ἡμέρας τινὰς, καὶ μᾶλλον αὐτοῖς τὴν περὶ τὸ μυστή ριον ἐπιθυμίαν ἐξάψας οἷς ἐποίει τε καὶ ἐφθέγγετο· ἐπειδὴ καιρὸς ἦν καὶ τὴν πρεσβείαν αὐτῶν εἰς πέρας ἐλθεῖν, καὶ ἀναδειχθῆναί τινα τῆς παρ' αὐτοῖς Ἐκκλη σίας ἀρχιερέα· τότε τῶν μὲν ἐν τέλει πάντων αἱ γνῶ μαι τοὺς προέχειν δοκοῦντας λόγῳ τε καὶ γένει, καὶ τῇ λοιπῇ περιφανείᾳ περιειργάζοντο. Ὤοντο γὰρ, ἐπειδὴ καὶ ταῦτα περὶ τὸν μέγαν Γρηγόριον ἦν, μηδὲ τούτων δεῖν ἄμοιρον εἶναι, τὸν ἐπὶ τὴν χάριν ταύτην ἐρχό μενον. Πολλαχῆ δὲ ταῖς ψήφοις μεριζομένων, καὶ ἄλ λων ἄλλον προαιρουμένων, ἀνέμενεν ὁ μέγας θεόθεν αὐτῷ γενέσθαι τινὰ πρὸς τὸ προκείμενον συμβουλήν. Καὶ καθὼς ὁ Σαμουὴλ μνημονεύεται, μὴ καταπλαγῆναι κάλλος σωμάτων καὶ μέγεθος ἐν τῇ τῆς βασιλείας κρίσει, ἀλλὰ ψυχὴν ἐπιζητεῖν βασιλικὴν, κἂν ἐν κατα φρονουμένῳ σώματι τύχῃ· τὸν αὐτὸν τρόπον κἀκεῖ νος, τὰς περὶ ἑκάστου τῶν ἐψηφισμένων σπουδὰς παραβλέπων, πρὸς ἓν ἀφεώρα μόνον, εἴ τις καὶ πρὸ τῆς ἀνακηρύξεως, δι' ἐπιμελείας βίου καὶ ἀρε τῆς, ἐν τῷ τρόπῳ τὴν ἱερωσύνην φέροι. Ὡς δὲ οἱ μὲν παρῆγον τοὺς ὑπεψηφισμένους μετ' ἐγκωμίων, ἕκα στος τὸν παρ' αὐτοῦ προβαλλόμενος, ὁ δὲ καὶ πρὸς τοὺς εὐτελεστέρους κατὰ τὸ τοῦ βίου σχῆμα βλέπειν ἐκελεύετο (δυνατὸν γὰρ εἶναι καὶ ἐν τοῖς τοιούτοις 46.936 εὑρεθῆναί τινα τῶν περιφανεστέρων τῷ βίῳ κατὰ τὸν πλοῦτον τῆς ψυχῆς ὑψηλότερον), ὕβριν ᾠήθη τις τῶν προεστηκότων τῆς ψήφου καὶ χλευασμὸν τὴν τοιαύτην τοῦ μεγάλου κρίσιν, εἰ, τῷ λόγῳ καὶ τῷ ἀξιώματι καὶ τῇ φαινομένῃ τοῦ βίου μαρτυρίᾳ κε κριμένων τῶν ἄλλων, μηδενὸς ἐπὶ τὴν ἱερωσύνην παραδεχθέντος, ἐκ τῶν βαναύσων πρὸς τοιαύτην χάριν νομίζοιντό τινες ἀξιώτεροι· καὶ ἅμα κατειρωνευόμενος προσελθὼν πρὸς αὐτὸν, Εἰ ταῦτα κελεύεις, φησὶ, τούτους μὲν τοιούτους ὄντας περιοφθῆναι τοὺς πάσης ἐξειλεγμένους τῆς πόλεως, ἐκ δὲ τῶν συρ φετῶν εἰς προστασίαν τῆς ἱερωσύνης ἀναληφθῆ ναί τινα, ὥρα σοι λοιπὸν τὸν ἀνθρακέα καλεῖν ἐπὶ τὴν ἱερωσύνην Ἀλέξανδρον· καὶ μεταβάν τες ἐπὶ τοῦτον, εἰ δοκεῖ, συμφωνήσωμεν πρὸς ἀλλήλους ταῖς ψήφοις ἡ πόλις πᾶσα. Ὁ μὲν οὖν ταῦτα ἐφθέγγετο τὴν γνώμην διαβάλλων αὐτοῦ, καὶ διὰ τῆς εἰρωνικῆς ταύτης ψήφου τὴν ἐπὶ τοῖς προ λαβοῦσιν