1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

15

εἰδότας τοιαῦτα γράφειν· ἡ γὰρ περὶ τοὺς ἔξωθεν λόγους σπουδὴ τοῦ μηδεμίαν τῶν θείων μαθημάτων ἐπιμέλειαν ἔχειν ἀπόδειξις ἡμῖν γέγονεν. οὐκοῦν ἐκεῖνα μὲν σιωπήσομαι, ἐκ δὲ τῶν σῶν πρὸς τὴν λογιότητά σου προ11.2 οιμιάσομαι. πεποίηταί τις παρὰ τῷ διδασκάλῳ τῆς ὑμετέρας παιδεύσεως πρεσβυτικῶς εὐφραινόμενος, μετὰ τὴν χρονίαν αὐτοῦ κακοπάθειαν ἐν ὀφθαλμοῖς ἔχων τὸν ἑαυτοῦ παῖδα καὶ τοῦ παιδὸς ἅμα τὸν παῖδα· ὑπόθεσις δὲ αὐτῷ τῆς εὐφροσύνης ἡ περὶ τῶν πρωτείων τῆς ἀρετῆς Ὀδυσσεῖ 11.3 πρὸς τὸν Τηλέμαχον μάχη. [εἰς] τί οὖν ἡ μνήμη τῶν Κεφαλλήνων πρὸς τὸν σκοπὸν τοῦ λόγου συμβάλλεται; ὅτι με διαλαβόντες μέσον ὑμεῖς, σύ τε καὶ ὁ τὰ πάντα θαυμάσιος ὁ πατὴρ ὁ σός, ὥσπερ τὸν Λαέρτην ἐκεῖνοι, φιλοτίμως πρὸς ἀλλήλους ἐν τῇ πρὸς ἡμᾶς τιμῇ τε καὶ φιλοφροσύνῃ περὶ τῶν πρωτείων διαγωνίζεσθε, ὁ μὲν ἐκ τοῦ Πόντου, 11.4 σὺ δὲ ἀπὸ Καππαδοκίας τοῖς γράμμασι βάλλοντες. τί οὖν ὁ γέρων ἐγώ; μακαριστὴν τίθεμαι τὴν ἡμέραν, ἐν ᾗ βλέπω τοι11.5 αύτην παιδὶ πρὸς πατέρα τὴν ἅμιλλαν. μή ποτε οὖν παύσαιο χρηστοῦ καὶ θαυμαστοῦ πατρὸς εὐχὴν δικαίαν ἀποπληρῶν καὶ τοῖς ἀγαθοῖς προτερήμασι τὴν πατρικὴν δόξαν ὑπερβαλλόμενος· οὕτω παρ' ἀμφοτέροις ὑμῖν ἔσομαι κεχαρισμένος κριτής, σοὶ μὲν τὰ πρωτεῖα πρὸς τὸν πατέρα νέμων, τῷ πατρὶ δὲ 11.6 πρὸς σέ. ἡμεῖς δὲ οἴσομεν τὴν τραχεῖαν Ἰθάκην, οὐ λίθοις τοσοῦτον ὅσον τοῖς ἤθεσι τῶν οἰκητόρων τραχυνομένην, ἐν ᾗ πολλοὶ <οἱ> μνηστῆρες καὶ τῶν κτημάτων τῆς μνηστευομένης βρωτῆρες, οἱ καὶ αὐτῷ τούτῳ τὴν νύμφην ὑβρίζοντες, τῷ ἐπαπειλεῖν τὸν γάμον τῇ σωφρονούσῃ, Μελανθοῦς, οἶμαι, τινὸς ἢ ἄλλης τοιαύτης ἀξίως πράττοντες, οὐδαμοῦ δὲ ὁ σωφρονίζων 11.7 τῷ τόξῳ. ὁρᾷς ὅσον πρεσβυτικῶς ἐπὶ τὰ μηδὲν προσήκοντα ἡμῖν παρεληρήσαμεν; ἀλλά μοι πρόχειρος ἔστω διὰ τὴν πολιὰν ἡ συγγνώμη· ἴδιον γὰρ αὐτῆς, ὥσπερ τὸ κορυζοῦσθαι τὰ ὄμματα καὶ τὰ μέλη πάντα ὑπὸ τῆς τοῦ γήρως ἀτονίας 11.8 βαρύνεσθαι, οὕτω καὶ τὸ ἀδολεσχεῖν ἐν τῷ λόγῳ. σὺ δὲ ἡμᾶς τοῖς τροχαλοῖς τε καὶ διεγηγερμένοις τῶν λόγων νεανικῶς δεξιούμενος ἀνανεώσῃ τὸ γῆρας, τῇ καλῇ καὶ πρεπούσῃ γηροκομίᾳ ταύτῃ τὸ κεκμηκὸς τῆς ἡλικίας ἐπανορθούμενος.

12.τ τῷ αὐτῷ

12.1 Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ

προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα καὶ ἄνθος ἡμιφανῶς τῇ βώλῳ ὑποκρυπτόμενον καὶ αὖραι τὴν γῆν ἐπιπνέουσαι, ὡς διὰ βάθους τὸ ἐκ τοῦ ἀέρος γόνιμόν τε καὶ ζώφυτον εἰς αὐτὴν διαδύεσθαι. ἔστι καὶ νεοθαλῆ πόαν θεάσασθαι καὶ ὀρνίθων ἐπάνοδον, οὓς ὁ χειμὼν ἀπεξένωσε, καὶ πολλὰ τοιαῦτα, ἃ σημεῖα μᾶλλόν ἐστι τοῦ ἔαρος, οὐκ αὐτὸ τὸ ἔαρ· πλὴν ἀλλ' ἡδέα καὶ ταῦτα, διότι καὶ τῶν ἡδίστων 12.2 μηνύματα γίνεται. τί οὖν ὁ λόγος μοι βούλεται; ἐπειδὴ πρόδρομος τῶν ἐν σοὶ θησαυρῶν ἡ διὰ τῶν γραμμάτων σου φιλοφροσύνη πρὸς ἡμᾶς ἐλθοῦσα, καλῷ προοιμίῳ τὸ παρὰ σοῦ προσδοκώμενον ἡμῖν εὐαγγελίζεται, καὶ τὴν ἐν τούτοις χάριν δεχόμεθα ὥς τι πρωτοφανὲς ἄνθος τοῦ ἔαρος, καὶ ὅλης ἀπολαῦσαι τῆς ὥρας ἐν σοὶ διὰ τάχους εὐχόμεθα. 12.3 σφόδρα γάρ, εὖ ἴσθι, σφόδρα τῷ κρυμῷ καὶ τῇ πικρίᾳ τῶν ἐπιχωρίων ἠθῶν πεπονήκαμεν. καὶ ὥσπερ τοῖς δωματίοις ἐκ τῶν ἐπεισρεόντων ὑδάτων ὑποτρέφεται κρύσταλλος (χρήσομαι γὰρ ἐκ τῶν ἡμετέρων τῷ ὑποδείγματι), καὶ ἡ καταρρέουσα νοτίς, εἰ τῷ πεπηγότι ἐπιπολάσειε, λιθοῦται περὶ τὸν κρύσταλλον καὶ προσθήκη τοῦ ὄγκου γίνεται, τοιοῦτόν τι βλέπω <ἐνὸν> τοῖς πολλοῖς τῶν κατὰ τὸν τόπον ἐπιχωριαζόντων τὸ ἦθος· ἀεί τι προσεπινοεῖται παρ' αὐτῶν εἰς πικρίαν καὶ ἐφευρίσκεται, καὶ τῷ προκατειργασμένῳ ἕτερον κακὸν ἐπιπήγνυται, κἀκείνῳ ἄλλο, καὶ πάλιν ἕτερον καὶ τούτῳ συνεχῶς ὑπαντᾷ, καὶ οὐδεὶς αὐτοῖς ὅρος τοῦ μίσους καὶ