15
πληροῦντες εὐχήν· τοῦτο γὰρ παρὰ πᾶσαν τὴν ζωὴν συμφώνως ἀμφότεραι τὸν θεὸν ᾐτοῦντο, ἀνακραθῆναι μετὰ τὸν θάνατον ἀλλήλοις τὰ σώματα καὶ τὴν κατὰ τὸν βίον ἐν τῇ ζωῇ κοινωνίαν μηδὲ ἐπὶ τῷ θανάτῳ διαζευχθῆναι.
36 Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο καὶ ἔδει τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ καὶ τὴν κόνιν ἀσπασάμενος εἰχόμην πάλιν τῆς ὁδοῦ κατηφής τε καὶ δεδακρυμένος, λογιζόμενος ὅσου ἀγαθοῦ διεζεύχθη ὁ βίος. Κατὰ δὲ τὴν ὁδὸν ἀνήρ τις τῶν ἐν στρατείᾳ λαμπρῶν στρατιωτικὴν ἡγεμονίαν ἔχων ἐν πολίχνῃ τινὶ τῶν κατὰ τὸν Πόντον, ᾗ Σεβαστόπολις ὄνομα, μετὰ τῶν ὑπηκόων ἐνδιαιτώμενος ἀπήντησέ τε φιλοφρόνως κατ' αὐτὴν γενομένῳ καὶ τὴν συμφορὰν ἀκούσας καὶ χαλεπῶς ἐνεγκὼν (ἦν γὰρ δὴ τῶν ἐκ γένους ἡμῖν οἰκείων τε καὶ ἐπιτηδείων), προσέθηκέ μοί τι διήγημα τοῦ κατ' αὐτὴν θαύματος, ὃ δὴ καὶ μόνον ἐγγράψας τῇ ἱστορίᾳ, καταπαύσω τὴν συγγραφήν. Ἐπειδὴ γὰρ ἐπαυσάμεθα τῶν δακρύων καὶ εἰς ὁμιλίαν κατέστημεν· «Ἄκουε, φησὶ πρός με λέγων ἐκεῖνος, οἷον καὶ ὅσον ἀγαθὸν τῆς ἀνθρωπίνης μετέστη ζωῆς.» Καὶ ταῦτα εἰπὼν οὕτως ἄρχεται τοῦ διηγή ματος.
37 «Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ τε γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν κατὰ σπουδὴν τὸ τῆς ἀρετῆς φροντιστήριον· οὕτω γὰρ οἶμαι χρῆναι, φησί, τὸν χῶρον ἐκεῖνον κατονο μάζεσθαι, ἐν ᾧ τὴν διαγωγὴν εἶχεν ἡ μακαρία ψυχή. Συνῆν δὲ ἡμῖν καὶ τὸ θυγάτριον, ᾧ τις ἐκ λοιμώδους ἀρρωστίας συνέβη περὶ τὸν ὀφθαλμὸν συμφορά· καὶ ἦν θέαμα εἰδεχθὲς καὶ ἐλεεινόν, παχυνθέντος τοῦ περὶ τὴν κόρην χιτῶνος καὶ ἐκ τοῦ πάθους ὑπολευκαίνοντος. Ὡς δὲ ἐντὸς ἦμεν τῆς θείας ἐκείνης διαγωγῆς, διελόμενοι κατὰ γένος τὴν ἐπίσκεψιν τῶν ἐν τόπῳ φιλοσοφούντων ἐγώ τε καὶ ἡ ὁμόζυγος, ἐγὼ μὲν ἐν τῷ ἀνδρῶνι ἤμην, ὧν καθηγεῖτο Πέτρος ὁ σὸς ἀδελφός, ἡ δὲ τοῦ παρθενῶνος ἐντὸς γενομένη τῇ ἁγίᾳ συνῆν. Συμμέτρου δὲ διαγενομένου ἐν τῷ μεταξὺ διαστήματος, καιρὸν εἶναι τοῦ ἀποχωρεῖν τῆς ἐσχατιᾶς πάλιν ἐκρίναμεν, καὶ ἤδη πρὸς τοῦτο ἦν ἡμῖν ἡ ὁρμή, σύμφωνος δὲ παρ' ἑκατέρων ἡ περὶ ἡμᾶς φιλοφροσύνη ἐγίνετο. Ἐμοί τε γὰρ ὁ σὸς ἀδελφὸς μένειν ἐνεκελεύετο καὶ μετασχεῖν τῆς φιλοσόφου τραπέζης· ἥ τε μακαρία τὴν ἐμὴν γαμετὴν οὐ μεθίει, ἀλλ' ἐν κόλποις ἔχουσα τὸ θυγάτριον οὐ πρότερον ἔλεγεν ἀποδώσειν, πρὶν τράπεζαν αὐτοῖς παραστήσασθαι, καὶ τῷ τῆς φιλοσοφίας δεξιώσασθαι πλούτῳ· φιλοῦσα δὲ οἷα εἰκὸς τὸ παιδίον καὶ προσάγουσα τὸ στόμα τοῖς ὀφθαλμοῖς, ἐπειδὴ εἶδε τὸ περὶ τὴν κόρην πάθος, «Ἐάν μοι, φησί, δῶτε τὴν χάριν καὶ τῆς τραπέζης ἡμῖν κοινωνήσητε, ἀντιδώσω μισθὸν ὑμῖν τῆς τοιαύτης ὑμῶν τιμῆς οὐκ ἀνάξιον»-»Τίνα τοῦ τον;» εἰπούσης τῆς τοῦ παιδίου μητρός, «Ἔστι μοι φάρμα κον, ἡ μεγάλη φησίν, ὃ δυνατῶς ἔχει τὸ κατὰ τὸν ὀφθαλμὸν πάθος ἰάσασθαι». Ἐπὶ τούτοις δηλώματός μοι παρὰ τῆς γυναικωνίτιδος ἥκοντος τοῦ τὴν ὑπόσχεσιν ἐκείνην κατα μηνύσαντος ἄσμενοι παρεμείναμεν, μικρὰ φροντίσαντες τῆς ἐπειγούσης ἡμᾶς πρὸς τὴν ὁδοιπορίαν ἀνάγκης.
38 Ὡς δὲ τέλος εἶχεν ἡ εὐωχία καὶ πλήρης ἦν ἡμῖν ἡ ψυχή, τοῦ μὲν μεγάλου Πέτρου ταῖς οἰκείαις χερσὶν εὐωχοῦντος ἡμᾶς καὶ φαιδρύνοντος, τῆς δὲ ἁγίας Μακρίνης διὰ πάσης εὐπρεποῦς θυμηδίας τὴν ὁμόζυγον ἡμῶν ἀνιείσης, οὕτω φαιδροί τε καὶ γεγηθότες τὴν αὐτὴν ὁδὸν ἐπανῄειμεν, διήγημα τῷ ἑτέρῳ τὰ καθ' ἑαυτὸν ἑκάτερος ἐν τῇ ὁδοιπορίᾳ ποιούμενοι. Κἀγὼ μὲν διεξῄειν ἐκ τοῦ ἀνδρῶνος ὅσα τε εἶδον καὶ ὅσα ἤκουσα, ἐκείνη δὲ τὰ καθ' ἕκαστον ἐκδιηγουμένη καθάπερ ἐφ' ἱστορίας οὐδὲν ᾤετο δεῖν οὐδὲ τῶν μικρῶν παραλανθάνειν· ἀκολούθως δὲ πάντα καθάπερ ἐπὶ συγγραφῆς διεξιοῦσα ὡς κατὰ τὸ μέρος ἐγεγόνει ἐκεῖνο, ἐν ᾧ ἡ ὑπόσχεσις ἦν τῆς τοῦ ὀφθαλμοῦ θεραπείας, ἐγκόψασα τὴν διήγησιν «Τί τοῦτο, φησί, πεπόν θαμεν; πῶς τῆς ὑποσχέσεως ἠμελήσαμεν, τὸ ἐπαγγελθὲν ἡμῖν ἐκεῖνο ἐν κολλυρίῳ φάρμακον;». Κἀμοῦ συνδυσχεραί νοντος ἐπὶ τῇ ἀμελείᾳ καί τινα διὰ