15
ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικάζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ' ὑμῖν, ὡς μηδ' ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ' ἐκείνου λαβεῖν. Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐτὸν ἀλλάξαιντο τούτου. Καὶ τί λέγω, ἀλλάξαιντο; οὐδὲ μετ' ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἴ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημάτων, ὑπτίαις ἂν ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέγαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον. Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ ∆ιογένει, εἴ γε ἤθελε δέξασθαι, δοῦναι ἄν; Ἀλλ' οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονείκει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου. εʹ. Βούλει δὲ καὶ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἄν τις δέκα δραχμὰς ἀφέληται μόνον, θρηνῶν καὶ ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τίς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων καταφρονῶν; Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ' ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ' ὅμως καὶ δι' ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐτοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω γάρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν 47.338 ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ' οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ' οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα. Οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περικείμενος ᾖ, οὔτε λιμῷ διαφθερεῖς, ἕως ἂν εἰδῇ τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώσιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπὼν, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν·