1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

15

ἐστιν, ὅτι οὐδὲ ἐπελάβετο τῶν οἰκείων ἁμαρτημάτων, οὔτε μετὰ ἐπιεικείας ἡμάρτανεν. Οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα, καὶ ἀρχηγόν; Ἀπὸ τῶν σῶν, ἀπὸ τῆς σῆς περὶ ἐμὲ διαθέσεως, ταῦτα λέγω, ἅπερ ἐστὶ διαθέσεως ὀνόματα, πατὴρ, ἀνὴρ, οἶκος, ἀρχηγὸς παρθενίας. *Τουτέστιν, οὐ προσέσχες, ὅπως σε ᾠκειωσάμην ἐν τάξει σοι πατρὸς γενόμενος, καὶ ἀνδρὸς παρθένον ἀγομένου· οὐ ταύτας μοι τὰς τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, κ. τ. λ. Τουτέστιν, ἡ πορνεία σου, καὶ τὸ ἀτιμωρητὶ ταῦτα ποιεῖν. Τουτέστι μὴ ἐπιμένουσα τοῖς κακοῖς, ἀτιμώρητος ἔσῃ, καὶ περιγενήσῃ τῶν πολεμίων ἐν εὐσεβείᾳ τυγχάνουσα. Ἰδοὺ ἐλάλησας. Ὁρᾷς αὐτὴν ἀπὸ μελέτης ποιοῦσαν, καὶ ἀπὸ σκέψεως. Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως. Οὕτως εὐδόκιμος ἦν, οὕτως εὐσεβής· Οὐχ ἁπλῶς ὁ χρόνος προστίθεται, ἀλλὰ μεῖζον ἔγκλημα τοῖς Ἰουδαίοις· ὅτι οὐδὲ ἄρχοντα ἔχοντες ἐπιμελούμενον αὐτῶν βελτίους ἐγένοντο, ἐντυγχάνει τῷ προφήτῃ ὁ Θεὸς, ἐπεὶ καὶ ἡμεῖς δούλοις ἐντυγχάνομεν, ὅταν παρὰ τῶν ἐρωμένων καταφρονώμεθα. Ἴδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Καὶ μὴν ἀπαθὲς τὸ Θεῖον ἀλλ' ὅμως ὡς ὑβρισμένος καὶ ἠδικημένος διαλέγεται. Ἡ κατοικία τοῦ Ἰσραὴλ οὐχ εἷς, οὐ δεύτερος, ἀλλὰ πᾶν τὸ πλῆθος, καὶ μὴν οὗτος οὐκ εἶδεν, ἐκεῖνα γὰρ πρὸ αὐτοῦ ἦσαν, ἀλλὰ τοῦτό ἐστιν ἀντὶ τοῦ, Ἔμαθες. *∆ίκαιος γέγονεν ὁ Ἰωσίας, καὶ πολλὴν σπουδὴν περὶ τὴν θεραπείαν τοῦ Θεοῦ ἐποιήσατο, ὥστε καὶ τὸν λαὸν αὐτῷ ὑπηρετεῖσθαι· ἀλλ' ἐπειδή τινες ἦσαν, οὐ γνησίως μετιόντες τὴν εὐσέβειαν, ἐλέγχει αὐτοὺς ὁ προφήτης διὰ τούτων τῶν ῥημάτων, καὶ τῇ παραθέσει τῶν δέκα φυλῶν παρανόμους τούτους δείκνυσιν, ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι· ἐδούλευον γὰρ ἐν Βαβυλῶνι. Καὶ εἶπα, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρός με ἀνάστρεψον. Καὶ οὐκ ἀνέστρεψε. Τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον, 64.784 Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλόν. Εἶτα τὴν οἰκείαν ἀγαθότητα, καὶ φιλανθρωπίαν δείκνυσιν, Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα, ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. Καὶ εἶδε τὴν ἀσυνθεσίαν. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτην ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν, ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. Καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς. Οὐδὲν, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε, πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον, καὶ ἐφονοκτόνουν τὴν γῆν θύοντες τὰ τέκνα αὐτῶν τοῖς δαίμοσι. Καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἀλλ' ἐπὶ ψεύδει. Ἐπειδὴ γὰρ τότε ἔδοξαν εἶναι βελτίους, διὰ τοῦτο φησὶν, ὅτι ἐπεστράφησαν μὲν ἐπὶ ψεύδει· ψεῦδος γὰρ ἦν τοῦτο. Καὶ εἶπε Κύριος πρός με· Ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα. Οὐχ ὡς δικαιωθέντας τοὺς υἱοὺς Ἰσραὴλ ἐπαινεῖ, ἀλλ' ὡς ἔλαττον ἁμαρτάνοντας, καὶ πρώτους· τούτους δὲ κακίζει ὅτι οὐ βελτίους ἐγένοντο ἐκ τούτου τοῦ σωφρονισμοῦ. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη, καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ ἕτερα αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα. Οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται. Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν. Τί ποτε τοῦτό ἐστιν; Ἆρα πρὸς τὰ βόρεια μέρη τῆς πόλεως; καὶ τί τοῦτο βούλεται; τί δὲ τοῖς μὴ παροῦσι διαλέγεται Ἰσραηλίταις; ἢ τοῦτο ποιεῖ πρὸς τὰ βόρεια μέρη τῆς πόλεως, ὥσπερ τούτους παροξύνων, καὶ κνίζων· τὸ γὰρ πᾶν διὰ