1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

15

δικαιοσύνης σου. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Προείρηται οὖν, ὅταν πάντες τὴν ἀνάπαυσιν ἔχωσιν, ὅταν τῷ ὕπνῳ τῷ σώματι ἀναπαύωνται, Ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ποῖα δέ εἰσι ταῦτα; Ὅτι μέλλει κρίνειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ Χριστὸς ὁ Θεὸς ἡμῶν. Τοῦτο γὰρ ἡ δικαιοσύνη· καὶ διδάσκει ἡμᾶς, ἵνα καὶ ἡμεῖς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐξομολογώμεθα καὶ παρακαλῶμεν τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει γὰρ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς· Καὶ ἦν Ἰησοῦς διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, ἡμᾶς δι δάσκων τοῦτο ποιεῖν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε. Πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ, καὶ τῇ ποδοκάκκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγας τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν· τῆς θείας γὰρ φιλοτι μίας ἀπέλαυσαν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φο βουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Μέτοχος, Συνημμένος εἴρηκεν· ὁ δὲ Σύρος, Φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντίᾳ τοῖς σοῖς προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν σὸν φόβον περὶ πολλοῦ ποιουμένους καὶ βιοτεύειν ἐννόμως προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Παροιμιακῶς οὖν ἠκούσαμεν· Ὁ συμπο ρευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμε νος ἄφροσι, γνωσθήσεται. Ὅσοι οὖν τὴν φιλοξενίαν τοῦ Ἀβραὰμ κέκτηνται, μέτοχοι τούτου γεγόνασιν· ὡσαύ τως τοῦ Ἠλίου τὸν ζῆλον, Μωϋσέως καὶ ∆αυῒδ τὴν πρα ότητα· ἐπεὶ ὅσοι μιμηταὶ κακῶν γεγόνασιν ἔργων, ἀκούουσιν· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Μὴ οὖν γενώμεθα, ἀδελφοὶ, συμμέτοχοι τούτων, ἀλλὰ τῶν τὰ ἀγαθὰ πραξάντων. Πολλαχῶς γὰρ ἀπολώλασί τινες ἁμαρτίας ποιοῦντες, καὶ ἑτέρους μετ' αὐτῶν συναπολ λύντες. Ἀλλ' ὅταν τις προσκαλῆται ὑμᾶς πρὸς ἁμαρτίαν, ἀποκρίθητε αὐτῷ· Οὐκ ἐκάθισα μετὰ συνεδρίου μα ταιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· καὶ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. ιʹ. Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐγχέεις τὰς τοῦ ἐλέους σου πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέ ρεις μὲν τοὺς διορύττοντας γάμους ἀλλοτρίους, καὶ τοὺς αἵματι μιαινομένους ἀδίκῳ, καὶ ἄλλους σφετεριζομένους τὰ μὴ προσήκοντα, καὶ ταῖς βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶν τας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύ της ἀξίωσον, ∆έσποτα, τῶν σῶν δικαιωμάτων παρέχων τὴν γνῶσιν. Ὅμοιον τοίνυν καὶ ὁ προφήτης Ἡσαΐας λέγει· Γῆ σύμπασα γνώσεται τὸν Κύριον. Καὶ γὰρ ἐπὶ τῆς γῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλθόντος, πάντα τὰ πέρατα τῆς χάριτος αὐτοῦ ἐνεπλήσθη, καὶ τὰ δικαιώ ματα αὐτοῦ ἐδιδάχθησαν παρὰ τῶν αὐτοῦ μαθητῶν. Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος, ὅτι τοῦ ἐλέους αὐ τοῦ πάντες ἀπολαύομεν. Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, καὶ μακροθύμως φέρει ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ οὐκ ἀπάγει ὀργήν. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος, διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀντιβολῶ. Ἐπεὶ δὲ τοῦ ἐλέους σου πεπλήρωται ἡ γῆ, Χρηστότητα ἐποίησας μετὰ τοῦ ἀνθρωπείου γέ νους, καθὼς ἐπηγγείλω διὰ τῶν προφητῶν σου.