1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

15

ἀλλὰ μετέστη εἰς τὴν ψυχὴν τὸ πᾶν. Τὰ γὰρ σωματικὰ ἐγγυτέρω ἡμῶν· διὰ τοῦτο ἀπὸ τούτου ἐνήγαγεν· ἀλλ' οὐ νῦν· οὐ γὰρ ἔδει παρακαθέζεσθαι τοῖς τύποις, οὐδὲ προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι, καὶ ταύτης ἀντιλαμβάνεσθαι. Ἀκάθαρτον ἡ ἁμαρτία· ταύτην φεύγωμεν, ταύτης ἀπεχώμεθα· Ἐὰν προσέλθῃς, φησὶ πρὸς 62.682 αὐτὴν, δέξεταί σε. Οὐδὲν πλεονεξίας ἀκαθαρτότερον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν πραγμάτων. Τί γὰρ οὐ μιαίνει; χεῖρας, ψυχὴν, αὐτὴν τὴν οἰκίαν, ἔνθα ἀπόκειται τὰ ἁρπαζόμενα. Πρὸς Ἰουδαίους μὲν οὖν οὐδὲν τοῦτο εἶναι δοκεῖ. Καίτοι ὀστᾶ ἐβάστασεν ὁ Μωϋσῆς τοῦ Ἰωσὴφ, καὶ ὁ Σαμψὼν ἀπὸ σιαγόνος ὄνου ἔπιε, καὶ ἀπὸ λέοντος μέλι ἔφαγε, καὶ Ἠλίας ἀπὸ κοράκων ἐτρέφετο, καὶ παρὰ γυναικὸς χήρας. Τί δὲ, εἰπέ μοι, εἰ τούτων ἕνεκεν ἀκριβολογεῖσθαι χρὴ, τὰ δέρματα τῶν βιβλίων αὐτῶν οὐ πάντων ἦν ἐναγέστερα; καὶ γὰρ ἀπὸ νεκρῶν ζώων ἐστίν. Οὐχὶ ὁ πόρνος τοίνυν ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ἕτεροι τούτου μᾶλλον, καὶ ὁ μοιχὸς ἀκάθαρτος· ἀκάθαρτος δὲ καὶ οὗτος κἀκεῖνος, οὐ διὰ τὴν μίξιν· ἐπεὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ γυναικὶ ἰδίᾳ πλησιάζων, ἀκάθαρτος· ἀλλὰ διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν, ὅτι τὸν ἀδελφὸν ἐπλεονέκτησεν ἐν τοῖς ἀναγκαιοτάτοις. Ὁρᾷς ὅτι ἡ κακία ἀκάθαρτον; Καὶ ὁ μὲν δύο γυναῖκας ἔχων οὐκ ἦν ἀκάθαρτος· καὶ πολλὰς ἔχων ὁ ∆αυῒδ οὐκ ἦν ἀκάθαρτος· ἐπειδὴ δὲ μίαν ἔσχε παρανόμως, ἀκάθαρτος γέγονε. ∆ιὰ τί; Ὅτι ἠδίκησεν, ὅτι ἐπλεονέκτησε. Καὶ ὁ πόρνος δὲ οὐ διὰ τοῦτο ἀκάθαρτος διὰ τὴν μίξιν, ἀλλὰ διὰ τὸν τρόπον, ὅτι ἀδικεῖ τὸ γύναιον, καὶ ἀλλήλους ἀδικοῦσι τὴν γυναῖκα ποιοῦντες κοινὴν, καὶ τοὺς τῆς φύσεως ἀνατρέποντες νόμους· ἑνὸς γὰρ αὐτὴν ἔδει εἶναι. Ἄρσεν γὰρ, φησὶ, καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ εἶπεν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· οὐχ οἱ πολλοὶ, ἀλλ' Οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐνταῦθα τοίνυν ἀδικία ἐστὶ, καὶ διὰ τοῦτο πονηρὸν τὸ πρᾶγμα. Ὁ θυμὸς πάλιν ὅταν ὑπερβῇ τὰ μέτρα, ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον, οὐ διὰ τὴν ὀργὴν, ἀλλὰ διὰ τὸν τρόπον· ἐπεὶ καὶ τοῦτο πρόσκειται, Ὁ ὀργιζόμενος, οὐχ ἁπλῶς, ἀλλὰ, εἰκῆ. Ὥστε πανταχοῦ τὸ τοῦ πλείονος ἐφίεσθαι, ἀκάθαρτον· ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγμα τίκτεται. Νήφωμεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώμεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ. Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ

διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέ κνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς, ὑποτασσομένας τοῖς οἰκείοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος

τοῦ Θεοῦ βλασφημῆται. αʹ. Ἔστιν ἃ καὶ τὸ γῆρας ἐλαττώματα ἔχει, καὶ οὐχ ἡ νεότης· καὶ ἔχει μέν τινα καὶ τῶν τῆς νεότητος, ἔχει δὲ ὅμως καὶ τὸ νωθρὸν, τὸ ὀκνηρὸν, τὸ ληθαργὸν, 62.682 τὸ ἀμβλὺ, τὸ ἀκρόχολον. ∆ιὰ τοῦτο περὶ τούτων παραγγέλλων φησί· Πρεσβύτας εἶναι νηφαλίους. Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· καὶ πρῶτον αὐτὸ ὅπερ ἔφην, τὸ πανταχόθεν ἀμβλύνεσθαι, καὶ δυσκόλως διεγείρεσθαι, καὶ δυσκόλως κινεῖσθαι· διὸ καὶ ἐπάγει, Σεμνοὺς, σώφρονας. Ἐνταῦθα τοὺς φρονίμους