1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

15

ἀποθανόντα ἴδωμεν, ὀλοφυρόμεθα, καίτοι γε εἰδότες ὅτι οὐ διαπαντὸς ἡμῶν διαστήσεται, ἀλλ' αὐτὸν ἐν τῇ ἀναστάσει ἀποληψόμεθα· τοῦ δὲ Χριστοῦ χωριζομένου ἡμῶν καθ' ἑκάστην ἡμέραν, μᾶλλον δὲ τὸν Χριστὸν καθ' ἑκάστην ἡμέραν ἀπελαύνοντες ἀφ' ἡμῶν, οὐκ ἀλγοῦμεν, οὐδὲ δεινόν τι ποιεῖν νομίζομεν, ἀδικοῦντες, λυποῦντες, παροξύνοντες, τὰ μὴ δοκοῦντα αὐτῷ πράσσοντες. Ἀλλ' οὔπω τοῦτο φρικτὸν, εἰ μηδὲ ὡς φίλῳ αὐτῷ κεχρήμεθα· ἐγὼ γὰρ δείξω, ὅτι καὶ ὡς ἐχθρῷ αὐτῷ χρώμεθα. Πῶς; Τὸ φρόνημα τῆς σαρκὸς, φησὶν ὁ Παῦλος, ἔχθρα εἰς Θεόν. Ἡμεῖς δὲ τοῦτο μὲν ἀεὶ περιφέρομεν, τὸν δὲ Χριστὸν ἀεὶ βουλόμενον ἡμῖν ἐπιτρέχειν, καὶ πρὸς τὰς θύρας ἡμῶν ἐρχόμενον διώκομεν (αἱ γὰρ πονηραὶ πράξεις τοῦτο ἐργάζονται)· καὶ ποιοῦμεν αὐτὸν ὑβρίζεσθαι καθ' ἑκάστην ἡμέραν, διὰ τὰς πλεονεξίας ἡμῶν, διὰ τὰς ἁρπαγάς. ∆οξάζεταί τις εὐδοκιμῶν, καὶ τὰ αὑτοῦ φθεγγόμενος, καὶ τὴν Ἐκκλησίαν ὠφελῶν; καὶ ἡμεῖς τούτῳ φθονοῦμεν, ὅτι τὰ τοῦ Θεοῦ ἐργάζεται· καὶ δοκοῦμεν μὲν φθονεῖν ἐκείνῳ, ὁ δὲ φθόνος διαβαίνει εἰς Χριστόν. Οὒ, φησὶν, ἀλλὰ βουλόμεθα οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἡμῶν τὴν ὠφέλειαν γίνεσθαι. Οὐ διὰ τὸν Χριστὸν, ἀλλὰ δι' ἡμᾶς· ἐπεὶ εἰ διὰ τὸν Χριστὸν, ἀδιάφορον ἂν ἦν 62.520 ἡμῖν τὸ καὶ δι' ἑτέρων, καὶ δι' ἡμῶν ταῦτα γίνεσθαι. Εἰπὲ γάρ μοι, εἴ τις ἰατρὸς παῖδα ἔχων τυφλοῦσθαι μέλλοντα, αὐτὸς μὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν, ἕτερον δὲ εὕροι δυνάμενον τοῦτο ἐργάζεσθαι, ἆρα ἂν ἀπήλασεν αὐτόν; Οὐδαμῶς· ἀλλὰ μονονουχὶ ἐρεῖ πρὸς αὐτόν· Εἴτε διὰ σοῦ, εἴτε δι' ἐμοῦ, τὰ τῆς ὠφελείας γινέσθω. Τί δήποτε; Ὅτι οὐ τὸ ἑαυτοῦ ὁρᾷ, ἀλλὰ τὸ τῷ παιδὶ συμφέρον. Οὕτω καὶ ἡμεῖς, εἰ τὸ τοῦ Χριστοῦ ἑωρῶμεν, εἴπομεν ἂν, Εἴτε δι' ἡμῶν, εἴτε δι' ἑτέρου τινὸς, τὸ λυσιτελὲς γινέσθω· Εἴτε ἀληθείᾳ, εἴτε προφάσει, φησὶ, Χριστὸς καταγγέλλεται. Ἄκουε γὰρ τοῦ Μωϋσέως λέγοντος πρὸς τοὺς παροξῦναι αὐτὸν βουλομένους, ἡνίκα οἱ περὶ Ἐλδὰδ καὶ Μωδὰδ προεφήτευον· Μὴ ζηλοῖς σὺ ἐμοί· καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ταῦτα δὲ πάντα ἀπὸ φιλοδοξίας γίνεται. Ἆρα οὐκ ἐχθρῶν ταῦτα καὶ πολεμίων; Εἶπέ σέ τις κακῶς; ἀγάπησον αὐτὸν σύ. Καὶ πῶς δυνατόν; ∆υνατὸν, καὶ σφόδρα δυνατὸν, ἐὰν θέλῃς. Ἂν δὲ καλῶς εἰπόντα φιλήσῃς, οὐκ ἔτι σοι χάρις· οὐ γὰρ διὰ τὸν Κύριον, ἀλλὰ διὰ τὴν εὐφημίαν τοῦτο πεποίηκας. Ἔβλαψέ σέ τις; εὐεργέτησον· ἂν δὲ ὠφελήσαντα ὠφελήσῃς, οὐδὲν μέγα πεποίηκας. Ἠδικήθης καὶ ἐζημιώθης τὰ μεγάλα; τοῖς ἐναντίοις ἀμείψασθαι σπούδασον. Ναὶ, παρακαλῶ, οὕτω διοικῶμεν τὰ καθ' ἑαυτούς· παυσώμεθα τοῦ ἀδικεῖν καὶ μισεῖν τοὺς ἐχθρούς· αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν, ἡμεῖς δὲ καὶ αὐτὸν φιλοῦντα διώκομεν. Μὴ γένοιτο, φησί. Τῷ ῥήματι τοῦτο πάντες φθεγγόμεθα, διὰ δὲ τῶν ἔργων οὐ πάντες. Τοσαύτη ἡ τῆς ἁμαρτίας σκότωσις, ὅτι ἅπερ οὐκ ἔστι λόγῳ φορητὰ, ταῦτα δι' ἔργων φορητά ἐστιν. Ἀπιστῶμεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων καὶ λυμαινομένων ἡμῶν τὴν σωτηρίαν, ἵνα τύχωμεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν. Θέλω γὰρ, φησὶν, ἵν', ὅπου εἰμὶ ἐγὼ, ὦσι καὶ οἱ μαθηταί μου, ἵνα τὴν δόξαν ὁρῶσι τὴν ἐμήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς