1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

λόγον, ποίαν ἐρεῖς αἰτίαν; ποῖον τρόπον; Ἡδίων ὁ ὕπνος ἐκ τῆς τοιαύτης γίνεται κλίνης; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, καὶ ἀηδέστερος· φροντὶς γὰρ πλείων, καὶ ἀγωνία μείζων. Ἀλλ' ἀσφαλεστέρα ἡ οἰκοδομὴ ἀπὸ τοῦ χρυσίου; Ἀλλ' οὐδὲ τοῦτο. Ἀλλ' ἀμείνων ὁ ἵππος ἀπὸ τοῦ χαλινοῦ; ἀλλ' ὁ οἰκέτης; Τοὐναντίον μὲν ἅπαν καὶ ἐνταῦθα. Τίνος οὖν ἕνεκα τοσαύτην ἀπειροκαλίαν ἐπιδείκνυσθε διὰ πάντων τούτων; Πάντως ἐρεῖτε, ὅτι δόξαν ὑμῖν λαμπροτέραν κατασκευάζοντες. Εἶτα οὐκ ἤκουσας καὶ ἐν προοιμίῳ τοῦ λόγου, ὅτι ταῦτα οὐκ ἔστιν ἀνθρώπου δόξα, ἀλλὰ τοὐναντίον ἅπαν, ἀτιμία καὶ ὄνειδος, καὶ κατηγορία καὶ γέλως; Ἐκ τούτων τίκτεται φθόνος καὶ βασκανία, καὶ τὰ μυρία δεινά· καὶ ὅσῳ μονιμώτερα τὰ κτήματα, τοσούτῳ καὶ ἡ κατηγορία διαρκής· καὶ αἱ μεγάλαι αὗται καὶ λαμπραὶ οἰκίαι ἑστήκασι φωνὴν ἀφιεῖσαι, καὶ μετὰ τελευτὴν τῶν κτησαμένων, κατηγόρων πικροτάτων· καὶ τὸ μὲν σῶμα τῇ γῇ παραδίδοται, ἡ δὲ ὄψις τῶν οἰκημάτων οὐκ ἀφίησι συγκαταχωσθῆναι τῇ σαρκὶ τῆς πλεονεξίας τὴν μνήμην· ἀλλ' ἕκαστος παριὼν, καὶ πρὸς τὸ ὕψος καὶ μέγεθος ἀφορῶν τῆς λαμπρᾶς καὶ μεγάλης οἰκίας, ἢ πρὸς ἑαυτὸν, ἢ πρὸς τὸν πλη 55.517 σίον ἐρεῖ· Ἐκ πόσων δακρύων αὕτη ᾠκοδομήθη ἡ οἰκία! πόσων ὀρφανῶν γυμνωθέντων! πόσων χηρῶν ἀδικηθεισῶν! πόσων τὸν μισθὸν στερηθέντων! Ὥστε τοὐναντίον σοι συμβαίνει· βουλόμενος δόξης ἀπολαῦσαι ἐν τῷ ζῇν, οὐδὲ μετὰ τὸ καταλῦσαι τὸ ζῇν ἀπαλλάττῃ τῶν κατηγόρων· ἀλλ' ὥσπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομά σου περιφέρουσα ἡ οἰκία, καὶ τοὺς οὐδὲ ζῶντά σε ἑωρακότας παρασκευάζει μυρίοις βάλλειν ὀνείδεσιν. δʹ. Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ αὕτη φιλοτιμία, φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα κοινὰ, καὶ γῆ, καὶ πηγαὶ, καὶ νομαὶ, καὶ ὄρη, καὶ νάπαι, καὶ οὐδὲν θάτερον θατέρου πλέον ἔχει· σὺ δὲ ἄνθρωπος ὢν, τὸ ἡμερώτατον ζῶον, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφὰς, καὶ πολλάκις μυρίων μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ τῆς φύσεως πλείονα· οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων· καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ ∆εσποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγγελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πῶς οὐκ ἄτοπον τοὺς ἐν τοσούτοις 55.518 κοινωνοῦντας ἀλλήλοις, καὶ φύσει, καὶ χάριτι, καὶ ἐπαγγελίαις, καὶ νομοθεσίαις, τούτους ἐν τοῖς χρήμασιν οὕτως εἶναι πλεονέκτας, καὶ τὴν αὐτὴν μὴ διατηρεῖν ἰσονομίαν, ἀλλὰ τῶν ἀλόγων παρέρχεσθαι τὴν θηριωδίαν, καὶ ταῦτα μέλλοντας αὐτῶν μικρὸν ὕστερον ἀφίστασθαι, καὶ οὐκ ἀφίστασθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων, τούτων ἕνεκεν, κινδυνεύειν; Ὁ γὰρ θάνατος τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τὰς εὐθύνας ἄγει λοιπὸν, καὶ τὰς ἀθανάτους κολάσεις. Ἵν' οὖν μὴ τοῦτο γένηται, πολλῇ χρησώμεθα τῇ ἐλεημοσύνῃ. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα τῶν ἀρετῶν, ἢ καὶ παραστήσεται μετὰ παῤῥησίας ἐκεῖσε, καὶ ἐξαιρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας, καὶ οὐδεὶς ἀντιστήσεται τῷ μετὰ ταύτης εἰς τὸν οὐρανὸν εἰσιόντι. Καὶ γὰρ κοῦφον αὐτῆς τὸ πτερὸν, καὶ πολλὴ τῆς παῤῥησίας αὐτῆς ἡ ὑπερβολὴ, καὶ πρὸς αὐτὸν ἀναβαίνει τὸν