15
τὸ ἁμάρτημα γίνεται. Ταῦτ' οὖν εἰδότες, ἀκούωμεν τοῦ προφήτου καὶ εἰς τὸ τέλος μὴ διαφθείρωμεν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Ἰεζεκιὴλ βοᾷ λέγων· "Ἐὰν γένηταί τις δίκαιος, εἶτα μεταπεσὼν ἁμάρτῃ, οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται." Καὶ γὰρ καὶ οὗτος δέδοικεν ὑπὲρ τοῦ τέλους. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων δείκνυσι πολλὴν τοῦ πράγματος τὴν ἰσχὺν οὖσαν. "Ἂν γὰρ γένηταί τις ἁμαρτωλός, φησίν, εἶτα μεταβαλόμενος γένηται δίκαιος, οὐ μὴ μνησθῶσιν αἱ ἁμαρτίαι αὐτοῦ· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται." Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τοῦ τέλους αὐτὸν ποιούμενον πρόνοιαν. Ἵνα γὰρ μήτε ὁ δίκαιος τῇ δικαιοσύνῃ αὐτοῦ θαρρῶν, εἰς ῥᾳθυμίαν ἀποκλίνας ἀπόληται, φοβεῖ διὰ τοῦ τέλους αὐτόν· μήτε ὁ ἁμαρτωλὸς ἀπογνοὺς ἐπὶ τοῖς παραπτώμασι μένῃ διαπαντὸς ἐν τῷ πτώματι, ἀνίστησι διὰ τοῦ τέλους αὐτόν. Ἥμαρτες πολλά, φησίν, ἀλλὰ μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος, ἐὰν ἐναντίον τῆς ἀρχῆς δείξῃς τὸ τέλος. Πάλιν πρὸς τὸν δίκαιον· Κατώρθωσας πολλά, φησίν, ἀλλὰ μὴ θαρσήσῃς· συμβαίνει γὰρ καὶ πεσεῖν, ἂν μὴ διὰ τέλους τὴν ἴσην ἔχῃς σπουδήν. Εἶδες πῶς τοῦ μὲν τὴν ῥᾳθυμίαν, τοῦ δὲ τὴν ἀπόγνωσιν ἀνεῖλεν; 3.3 Ἀλλ' οὐδενὸς τούτων ἤκουσεν Ὀζίας· διὸ καὶ θαρσήσας κατέπεσε πτῶμα χαλεπὸν καὶ ἀνίατον. Οὐδὲ γὰρ ἅπαν πτῶμα ἴσον ἡμῖν ἐργάζεται τὸ τραῦμα, ἀλλὰ τῶν ἁμαρτημάτων τὰ μὲν ὑπὸ κατάγνωσιν κεῖται μόνον, τὰ δὲ χαλεπωτάτην δέχεται τιμωρίαν. Τοῖς γοῦν οὐκ ἀναμένουσι τοὺς ἀδελφοὺς ἐν τοῖς κοινοῖς δείπνοις ὁ Παῦλος ἐπιτιμῶν, οὕτως ἔλεγεν· "Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ." Ὁρᾷς μέχρι καταγνώσεως ἱστάμενον τὸ ἁμάρτημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον. Ἀλλ' οὐχ, ὅταν περὶ πορνείας διαλέγηται, οὕτω ποιεῖ. Ἀλλὰ πῶς; "Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός." Ἐνταῦθα γὰρ οὐκ ἔστι ψόγος, οὐδὲ κατάγνωσις, ἀλλ' ἡ χαλεπωτάτη τιμωρία. Οἶδε καὶ ὁ Σολομῶν ἁμαρτημάτων διαφοράς· τὴν γοῦν κλοπὴν τῇ μοιχείᾳ συγκρίνων, οὑτωσί πώς φησιν· "Οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται." Ἁμάρτημα καὶ τοῦτο κἀκεῖνο, φησίν, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον· ὁ μὲν γὰρ ἔχει τὴν ἀπὸ τῆς πενίας πρόφασιν, οὗτος δὲ πάσης ἀπολογίας ἐστέρηται. Ἀλλὰ καὶ οὗτος ἔχει, φησί, τὴν ἀπὸ τῆς φυσικῆς ἐπιθυμίας ἀνάγκην. Ἀλλ' οὐκ ἀφίησιν ἡ κληρωθεῖσα αὐτοῦ γυνή, ἀλλ' ἐφέστηκεν ἀποστεροῦσα τῆς συγγνώμης αὐτόν. ∆ιὰ γὰρ τοῦτο γάμος καὶ ἀπόλαυσις ἔνθεσμος, ἵνα μηδὲν ἔχῃ τούτων λέγειν ὁ ἀνήρ. ∆ιὰ τοῦτο αὐτῷ βοηθὸς ἐδόθη ἡ γυνὴ, ἵνα μαινομένην καταστέλλῃ τὴν φύσιν, ἵνα στορέσῃ τῆς ἐπιθυμίας τὰ κύματα. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν. Μᾶλλον δὲ ποία γένοιτ' ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία καὶ κίνδυνος καὶ προσδοκία τοσούτων δεινῶν, ὅπου δικαστήρια καὶ εὐθῦναι καὶ δικαστοῦ θυμὸς καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη; Πάντα τρέμει καὶ δέδοικεν ὁ τοιοῦτος, τὰς σκιάς, τοὺς τοίχους, τοὺς λίθους αὐτούς, καθάπερ φωνὴν ἀφιέντας· πάντας ὑφορᾶται καὶ ὑποπτεύει, τοὺς οἰκέτας, τοὺς γείτονας, τοὺς φίλους, τοὺς ἐχθρούς, τοὺς πάντα εἰδότας, τοὺς οὐδὲν εἰδότας. Μᾶλλον δέ, εἰ βούλει, καὶ ταῦτα ἀναιρείσθω, καὶ μηδεὶς εἰδέτω τὰ τετολμημένα, ἀλλ' ἢ μόνος αὐτὸς μετὰ τῆς ὑβριζομένης γυναικός· πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περιφέρων κατήγορον; Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν ποτέ τις φύγοι, οὕτω οὐδὲ τὴν ἀπὸ τοῦ κριτηρίου ψῆφον ἐκείνου. Τοῦτο τὸ δικαστήριον οὐ χρήμασιν διαφθείρεται, οὐ κολακείαις ἐνδίδωσιν· θεῖον γάρ ἐστιν καὶ