170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δὲ τῷ Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ἐν ΡΙ θήραν Ἀκύλας ἔφη καὶ Σύμμαχος. τὰ οὖν ὄρη τῆς γῆς τῆς ῥεούσης γάλα καὶ μέλι θήρας καὶ τροφῆς ὄρη καλεῖ ἐξ ὧν ἐπιφανῆ καὶ ὑπὲρ μεγέθη τὸν θεὸν ὀφθήσεσθαί φησιν. καὶ τότε τοὺς ὑπερηφάνους παθεῖν τὰ προκείμενα μηδὲ εἰς τὸ ποιεῖν τι τὰς χεῖρας εὑρήσοντας οἱονεὶ νυσταγμῷ καταφερομένους. ἐξέπληξας γὰρ αὐτοὺς τοῦ σοῦ λαοῦ καὶ τῶν σοι καθιερωμένων ὑπερασπίζων χωρίων ὡς ἁρμόσαι τὸ Ψευδὴς ἵππος εἰς σωτηρίαν, καὶ τὸ Οὗτοι ἐν ἅρμασι καὶ ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα· αὐτοὶ συνεποδίστησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. ταὐτὸν δὲ τῷ συμποδισμῷ καὶ τῇ πτώσει διὰ τῆς καταφορᾶς καὶ καρώσεως ἐνταῦθα δεδήλωται. 119a Ps 75,11 Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Θυμὸς γὰρ ἀνθρώπου ἐξομολογήσεταί σοι, λείψανον θυμοῦ περιζωσθέν. ἐπεὶ ὅ γε θυμώδης καὶ ὀργίλως καὶ πρὸς ὀργὴν ἅπαντα πράττων οὐ πρὸς τὸ δίκαιον, ἐξομολόγησιν ὑπόκειται καὶ μεταγνώσεσιν περὶ ὧν ἐξαμαρτάνει. εὔκολον γὰρ εἰς ἁμάρτημα θυμὸς, μέχρι καὶ αὐτοῦ φόνου τολμηρός, ὥστε ὁ μετ' αὐτὸν ὑπολειπόμενος ἐν τῇ ψυχῇ λογισμὸς ἰσχυρὰς ἐπιφέρει μετανοίας περιβαλλούσας ἅπασαν τὴν ψυχὴν ἐπὶ τοῖς οὐκ ὀρθῶς διὰ τοῦ θυμοῦ πεπραγμένοις καὶ εἰρημένοις.
120a Ps 76 arg. Ἀπὸ τοῦ προκειμένου μέχρι τοῦ ΠΒ τὰ χαλεπὰ καὶ τὰ ὀδυνηρὰ
περὶ τοῦ λαοῦ διέξεισιν ὁ λόγος καὶ οὕτως εἰς φαιδρότερα καταλέγει τὰ ἑξῆς. λέγει δὲ ἐν τῷ νυνὶ ψαλμῷ χρόνον εἶναι πολὺν ἐν ᾧ τὸ ἔθνος ὑπερῶπται ἱκανὸν περιελεῖν καὶ τὴν ἐλπίδα τῆς παρὰ θεοῦ βοηθείας, εἰ μὴ τῶν προτέρων τις μνημονεύσας εἰς τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν ἐπιρρωσθείη. 121A Ps 76,2.3 Οὕτω δὴ κἂν τῷ ΟΒ προευφημήσας εὐσεβῶς, οὕτως εἰσάγει λογισμοὺς ἀσθενεῖς ἐπιόντας ἀνθρώποις ἐν ταῖς μακροτέραις κακώσεσιν. καὶ νῦν γὰρ χάριν πρῶτον ὁμολογεῖ τῷ τὰς ἱκετείας δεξαμένῳ θεῷ, τὴν ἐπίμονον εὐχὴν διηγούμενος καὶ τὴν δι' ὅλων νυκτῶν ἔκτασιν τῶν χειρῶν. 122a Ps 76,17-19 Τῆς σῆς δυνάμεως, φησίν, ἐπιφαινομένης ἐκινεῖτο τὸ πᾶν ὕδατά τε ὤδινεν ἐν φόβῳ καὶ τὰς ἀβύσσους εἶχεν ἀγὼν ταραχώδης. ἠφίετο δὲ καὶ ἄνωθεν ἐκ νεφῶν ὕδατα καὶ νέφη δι' αἰθέρος ἔτρεχεν σὺν ἤχῳ πολλῷ καὶ τὰ ἐξ οὐρανοῦ βέλη κατεφέρετο· καὶ βροντῆς ἦχοι κατὰ τὸν αἰθέριον κύκλον ἐγίνοντο τῶν νεφελῶν διατρεχουσῶν, καὶ ἀστραπαὶ τὴν οἰκουμένην κατηύγαζον καὶ σεισμὸν ἀνεκίνει τὴν γῆν. ταῦτα δὲ τῶν τε κατ' Αἴγυπτον καὶ τῶν κατὰ τὴν ἔρημον καὶ τῶν ἐν Ἰουδαίᾳ φανέντων φοβερῶν θαυμάτων ἐστὶ μηνυτικά. ἐπεὶ καὶ Αἴγυπτος ἐβλήθη χαλάζῃ μετὰ πυρὸς καταφερομένῃ, καὶ τῆς ἐρυθρᾶς θαλάσσης εἷξεν ὕδατα καθάπερ εἰ φόβῳ τινὶ συστελλόμενα. βρονταὶ δὲ ἐρράγησαν ἐν αἰθέρι καὶ χάλαζαι κατηνέχθησαν καὶ κατὰ Χαναναίων ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ. πρόδηλον δὲ ὅτι καὶ ἀστραπαὶ συνεξέλαμπον. τὸ δὲ τὴν βροντὴν ἐν τροχῷ λέγειν ἠχεῖσαι ἄλλος μέν φησιν ἡνίκα Συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων καὶ κατήγαγεν εἰς θάλασσαν μετὰ τῶν προστάτων αὐτῶν. 123a Ps 76,19 Κύκλον ἡμῖν αἰθέριον ὑποβάλλει καθ' ὃν τὰ ἄστρα ὑποδινεῖται καθάπερ ἅλωνα βόες περιελίττοντες. σφαιροειδῆ γὰρ οὐρανὸν κατὰ τὸν Ἑλλήνων λόγον οὐκ ἔστιν ἐν τοῖς θείοις λογίοις εὑρεῖν, ἵν' ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς τὴν τροχοειδῆ περιφορὰν ἐννοήσωμεν. ὕδωρ γὰρ ὑπὸ γῆν, οὐκ οὐρανόν, αἱ θεῖαι γραφαὶ παριστᾶσι καὶ ὑπὲρ οὐρανὸν δὲ ὕδατα τέλους δίκην ὑποκείμεναι. Ἐκτείνων γάρ φησι τὸν οὐρανὸν ὡσεὶ δέρριν ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. ἀπ' ἄκρου τε εἰς ἄκρον ἥλιον διαθεῖν, ἀπ' ἀνατολῆς εἰς δύσιν, λέγεται καὶ οὐχὶ μέρος ἐλάχιστον αὐτοῦ τῆς ἡμέρας ἐκ δύσεως ἀνατρέχειν· καὶ Ὁ στήσας φησὶν οὐρανόν
16