1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

16

ἀργύριον· ἐξόριστοι τοῦ καταλόγου τῶν χριστιανῶν, ὡς Ἰούδας τῶν ἀποστόλων· ἀπὸ τῆς προσηγορίας τοῦ παραβάτου γνωριζόμενοι, ὡς ἀπὸ τῶν ση μάντρων οἱ ἵπποι· ἑλκυσθέντες μόνον εἰς τὴν χαλεπωτάτην πασῶν ἁμαρτιῶν καὶ εὐθὺς ἀκολουθήσαντες τῷ τῆς βεβήλου καὶ μιαρᾶς δυσσεβείας μυσταγωγῷ. 3.11.1 Οὕτω τοίνυν κατὰ τὸν ἀπόστολον ἡ πλεονεξία καὶ εἰδωλατρεία γίνεται καὶ ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἀφ' ἑαυτῆς ἀμυθήτους γεννῶσα κακίας. Ὡς γὰρ οἱ τὸν χρυσὸν ἐκ τῶν κόλπων τῆς γῆς ἀνιχνεύοντες φασὶν τὴν χρυσῖτιν γῆν ἐπ' αὐτῆς μὲν τῆς ἀρχῆς καὶ τῆς κυριωτάτης γενέσεως σωρηδὸν ἀποκεῖσθαι, ἐκεῖθεν δὲ ὥσπερ φλέβας τινὰς ἀπό τινος ἔνθεν καὶ ἔνθεν εἰς μακρὸν διήκειν καὶ πολυσχιδῶς ἀποτείνεσθαι κατ' αὐτάς που τὰς ῥίζας τῶν δένδρων, τὰς ἐκ τοῦ πρέμνου διαπλουμένας, οὕτως κἀνταῦθα πολλὰς βλέπων τὰς ἀποφύσεις μιᾷ ῥίζᾳ, τῇ πλεονεξίᾳ, τὰς πάσας συνδε δεμένας εὑρίσκω. 3.11.2 Καὶ μέντοι καὶ οὐκ ἀνοικεῖον εὗρεν ὁ λόγος πρὸς πλεονεξίαν ἐκ τοῦ χρυσοῦ τὸ ὑπόδειγμα. Ἐντεῦθεν ὁρῶ τὸν πατραλοίαν τῆς κεφαλῆς τῆς γεννησάσης κατατολμῶντα, οὐκ αἰδούμενον δὲ οὔτε τὴν πολιὰν οὔτε τὸ πατρικὸν ἀξίωμα, ἀλλὰ τῇ ἐπὶ πλέον ζωῇ τοῦ γέροντος βαρούμενον. Πάντα γὰρ ὁρῶν ἐπὶ τῆς οἰκίας ἄφθονα καὶ τὴν ἐξουσίαν τῶν βλεπομένων οὐκ ἔχων, ἐπιθυμῶν δὲ κύριος εἶναι αὐτῶν τε καὶ τῆς περιουσίας στενοῦται τῇ πατρικῇ αὐθεντείᾳ. 3.11.3 Καὶ τὰ μὲν πρῶτα σιωπᾷ καὶ ἐν τῷ βάθει κατέχει τὴν νόσον· τῷ χρόνῳ δὲ τὴν ἐπιθυμίαν πλεονάσας καὶ πληρωθεὶς τὴν ψυχὴν ἀθρόον ἐκρήγνυσι τὴν κακίαν, ὡς ἐπὶ τῶν σωλήνων τὰ ὕδατα. Καὶ λοιπόν ἐστιν ἀφόρητος τῷ πρεσβύτῃ, μονον ουχὶ συνελαύνων αὐτὸν πρὸς τοὺς τάφους ὑγαίνοντα καὶ βαδίζοντα. 3.11.4 Ἂν κούφως ἀναβῇ τὸν ἵππον, ὑπερθαυμάζει· ἂν τροφῆς ἐρρωμενέστερον μεταλάβῃ, γογγύζει· ἂν τοὺς οἰκέτας ἐωθινὸς διεγείρῃ πρὸς τὰς ὑπηρεσίας, τῇ ἐγρηγόρσει καὶ τῇ δυνάμει τοῦ γέροντος ἄχθεται. Ἂν δὲ καὶ δωρήσηταί τι τῶν κειμηλίων ἢ οἰκέτην ἀφῇ τῆς δουλείας, τότε δὴ τότε καὶ λῆρος καὶ παραπαίων καὶ τοὺς τῆς ζωῆς ὑπερβὰς ὅρους καὶ τῶν ἀλλοτρίων σπαθητὴς καὶ πᾶν βλάσφημον ἀκούων ἐμπαροινεῖται· διὰ τί μὴ ταχέως ἀπέθανεν ἐγκαλούμενος. 3.11.5 Σὸς οὗτος, ὦ μιαρὴ πλεονεξία, καρπός· παρὰ σοῦ τὰ κέντρα λαμβάνων ὁ παῖς πολέμιος γίνεται τοῦ γεννήσαντος. Σὺ πληροῖς τὴν γῆν λῃστῶν καὶ φονευτῶν, καταποντιστῶν δὲ θάλασσαν, τὰς πόλεις θορύβων, τὰ δικαστήρια ψευδομαρτύρων, συκοφαντῶν, προδοτῶν, συνηγόρων, δικαστῶν ἐκεῖ ῥεπόντων, ὅπου δ' ἂν σὺ καθελκύσῃς. 3.12.1 Πλεονεξία μήτηρ τῆς ἀνισότητος, ἀνηλεής, μισάνθρωπος, ὠμοτάτη. ∆ιὰ ταύτην ὁ τῶν ἀνθρώπων βίος ἀνωμαλίας γέμει· καὶ οἱ μὲν ἐκ τοῦ κόρου ναυτιῶσι τὴν περισσείαν τῶν κτημάτων οἷον τροφὴν ἄπληστον ἀποβλύζοντες, ἄλλοι δὲ λιμῷ καὶ ἐνδείᾳ πιεζόμενοι κινδυνεύουσιν. 3.12.2 Οἱ μὲν ὑπ' ὀρόφοις χρυσοπάστοις κατάκεινται καὶ ὡς μικρὰς πόλεις οἰκοῦσι τὰς οἰκίας, λουτροῖς καὶ οἴκοις ποικίλοις καὶ στοαῖς ἐπὶ μακρότατον διηκούσαις καὶ παντοίᾳ πολυτελείᾳ κεκοσμημένας· ἕτεροι δὲ δύο δοκῶν σκέπην οὐκ ἔχουσιν, ἀλλ' ὅταν ἐν ὑπαίθρῳ διαζῆν μὴ δύνωνται, ἢ πρὸς τὰς καμίνους καταφεύγουσι τῶν λουτρῶν ἢ καὶ τοῖς βαλανεῦσι κακοξένοις περιτυχόντες, παραπλησίως τοῖς χοίροις τὴν κόπρον ὀρύττοντες τὴν ἀναγκαίαν θέρμην ἑαυτοῖς μηχανῶνται. 3.12.3 Καὶ τὸ ὁμότιμον ζῷον, ὁ ἄνθρωπος, τοσαύτην ἔχει τὴν διαφορὰν τῆς διαίτης πρὸς τὸ ὁμόφυλον· οὐκ ἄλλου τινὸς τὴν ἀταξίαν ταύτην καὶ τὴν ἀνωμαλίαν ἢ τῆς πλεονεξίας ἐπεισαγούσης. Ὁ μὲν γυμνοῖς ἀσχημονεῖ τοῖς μέλεσι καὶ ὁ ἄλλος πρὸς τὸ τὴν ἐσθῆτα δυσαρίθμητον ἔχειν πορφυραῖς πλαξὶν τοὺς τοίχους ἐνδύει. Ὁ πένης ἐπὶ ξυλίνης τραπέζης ἄρτον ἀπορεῖ διαθρύψαι καὶ ὁ τρυφῶν ἀργυρῆν τράπεζαν ἐλάσας εἰς πλάτος τῷ στίλβοντι ψυχαγωγεῖται τῆς ὕλης. Καὶ πόσῳ δικαιώτερον ἦν τὸν μὲν ἑστιᾶσθαι ἀρκούμενον τῇ ἄλλῃ τρυφῇ, τῆς τραπέζης δὲ τὴν τιμὴν τῶν ἀπόρων εἶναι τρυφήν; 3.12.4 Ἄλλος γηραιὸς καὶ βαδίζειν ἀδυνατῶν ἢ διά τινα λώβην χωλεύων