16
οὐ μέντοι κατ' ἐξουσίαν ἰδίαν ταύτην ἐφθέγξατο, κἄν που ἐλέχθη, ὅτι "Ἡσαΐας εἶπεν," καὶ οὐχὶ ὁ Θεὸς Πατὴρ, ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα αὐτοῦ διὰ Ἡσαΐου. Οὐδὲ μὴν ἐπλανήθησαν οἱ ἀπόστολοι, οἱ ἐκ παίδων εὐθὺς ταῖς Γραφαῖς ἐντεθραμμένοι, καὶ πιστευθέντες τῆς νέας χάριτος τὸ κήρυγμα, οἱ ἔχοντες, διὰ τὴν ἀγαθότητα τῆς ἐν μονάδι Τριάδος, ἃ μήπω τις τῶν ἀνθρώπων καὶ ἕτερος. Ἀλλὰ καὶ Ἰωάννης δῆλός ἐστι, καθά φασι, καὶ τυφλῷ, ταῦτα τὸν Υἱὸν τοῦ Θεοῦ νοήσας εἰρηκέναι· καὶ Παῦλος, τὸ ἅγιον Πνεῦμα. Κελεύουσι γὰρ αἱ μακάριαι ὑποστάσεις αὗται, εἴκει δὲ ἡ ἀγγέλων καὶ πάντων φύσις. Ἡγεμονεύουσι γὰρ βασιλικῶς, καὶ κατάρχουσιν αὐτοφυῶς, διὰ τὴν ἀπαράλλακτον πρὸς τὸν ἐξ οὗ προῆλθον Πατέρα θεότητα, καὶ ἀνάγεται πάντα εἰς ἐκεῖνον. Ἔχεται οὖν ἓν τοῦτο· ἕτερον δὲ, ὅτι τίς ἂν ὀφθείη ἕτερος, ᾧτινι συμφωνότερον, ἢ προσφορώτερον ταῦτα, τὰ ἐκ προσώπου τοῦ Θεοῦ Πατρὸς προφητευθέντα, δόξειεν ἐπιγράφεσθαι ὡς εἰρηκότι; Ποίας δὲ κατακρίσεως οὐκ ἔστιν ἄξιος ὁ τὴν περὶ τοῦ κρείττονος ἀλήθειαν τολμῶν παραχαράττειν, καὶ παρευδοκιμεῖν ἐθέλων Ἰωάννην καὶ Παῦλον, τοὺς μήτ' ἀγνοήσαντας, μήτ' ἀποκρύψαντας, ἐναργῶς δὲ καὶ τρανῶς τὰ περὶ τούτου εἰς πάντας ἐξαγορεύσαντας; Καὶ πᾶσα δὲ Γραφὴ ἔχει τι νόημα περὶ τῆς τοῦ μεγαλωνύμου Πνεύματος ἔχει τι νόημα περὶ τῆς τοῦ μεγαλωνύμου Πνεύματος 39.661 μονότητος, ἤτουν θεότητος, ἐξῃρημένον μὲν καὶ ἀσύντακτον παντελῶς τῶν ὅλων, συντεταγμένον δὲ καὶ σύμφωνον τῆς πρωτίστης, καὶ γενεσιουργοῦ, καὶ ἀσυγκρίτου φύσεως. Τί γὰρ οὐκ ἀεὶ τῶν ἀγαθῶν δι' αὐτοῦ, καὶ παρ' αὐτοῦ, ἔτι μὴν καὶ παρὰ τοῦ μονογενοῦς Υἱοῦ εὐδοκίᾳ τοῦ Θεοῦ Πατρός; Ὅταν οὖν λέγῃ ὁ μὲν Ὑμνολόγος· "Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·" ὁ δὲ Παῦλος· "Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες·" ἐπιφέρῃ τε· "Εἰς τί οὖν ἐβαπτίσθητε;" εἴ γε μὴ εἰς τὸ ἅγιον Πνεῦμα ἐβαπτίσθητε· ὁ δὲ μονογενὴς Θεός· "Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ἐκεῖνος οὐκ ἔρχεται, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·" καὶ, "Ὑμεῖς δὲ λήψεσθε δύναμιν, τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς·" καὶ ὁ Θεὸς Πατὴρ ἐν τῷ Ἀγγαίῳ· "Μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν·" τί φήσομεν αὐτοὺς φάσκειν, ἢ ὅτι θεϊκὴν φύσιν καὶ μέθεξιν αὐτοῦ, καὶ ἁγιασμὸν, καὶ δημιουργικὴν δύναμιν, καθαίρουσαν ἡμῶν, καὶ οἷον ἀπολαμπρύνουσαν τὴν ζωὴν, καὶ ἐν πᾶσιν ἀρωγοῦσαν, παραδιδόντες ταῦτ' ἐξεφώνησαν; Ὅταν δὲ καὶ πάλιν λέγῃ ὁ Θεὸς Πατήρ· "Οὐαὶ, τέκνα! Βουλὴν ἐποιήσατε, οὐ δι' ἐμοῦ· καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύματός μου·" ἆρ' οὐκ ἀραρότως Ἀρειανῶν, καὶ Εὐνομιανῶν, καὶ Μακεδονιανῶν τὴν ἐπὶ τῇ αἱρέσει ἀθλιότητα καὶ ταλαιπωρίαν ἐπιμέμφεται; Πρὸς τούτοις φαίημεν ἂν, ὡς διὰ τοῦτο ἐγράφη· "Ταῦτα εἶπεν Ἡσαΐας·" καὶ, "Καθὰ ∆αυῒδ λέγει·" ἵν' ὁ θεῖος θεσμὸς φαίνηται, διὰ ποίου ἁγίου κεκήρυκται. Περὶ δὲ τοῦ κατὰ τὸν Βαλαὰμ ἀγγέλου τοσοῦτον ἐροῦμεν, ὡς οὐκ ἔχει τὰ κατ' αὐτὸν τῶν περὶ τοῦ θείου Πνεύματος, ἢ τοῦ Υἱοῦ παρὰ Παύλου καὶ Ἰωάννου κυρίως πεφασμένων ἐοικότα λόγον. Ὁ γὰρ ἄγγελος ἀποσταλεὶς, ἅπερ ὁ Θεὸς ὑπέσχετο ἐπὶ μέλλοντι χρόνῳ δηλώσειν τῷ Βαλαὰμ, διήγγειλεν οὐκ αὐτὸς δὲ εἶναι ἐνοήθη ὁ Θεὸς, καθὰ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἐνοήθησαν εἶναι οἱ λελαληκότες τὰ ἐνταλθέντα τῷ Ἡσαΐᾳ παρὰ τοῦ καθεζομένου ἐπὶ τοῦ θεϊκοῦ θρόνου, καὶ ἐν φωτὶ ἀφάτῳ καὶ δόξῃ ἀνεικάστῳ ὑπάρχοντος. Κἀνταῦθα τοίνυν, ὡς τὰ ἡμῶν μὲν φαῦλα, τὰ δὲ αὐτῶν σεμνὰ, καὶ πλείονος σπουδῆς καὶ πίστεως ἄξια πειρῶνται δεικνύναι. Συμμιγίαν τινὰ καὶ συμφωνίαν τοῦ θείου πρὸς τὰ κτίσματα ἐργάζονται, καὶ συγκαταβάλλουσιν, ὡς οὐκ ἴσασι, ταῖς θεϊκαῖς ὑπολήψεσι τοῦ ἀεὶ ὡσαύτως 39.664 ἔχοντος πρὸς τὸν Θεὸν Πατέρα ἁγίου Πνεύματος, τάς τε αὐτοῦ τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, καὶ ὑποδηλοῦσιν τὸν Ἡσαΐαν, τάχα ἐπὶ τοῦ οὐρανίου καθεσθέντα θρόνου, καὶ προστάξαντα ἑαυτῷ·