16
ἀκρίβειαν καταμεμφόμενος. Τῷ δὲ μεγάλῳ γίνεται διὰ τῶν εἰρημένων ἐνθύμιον, μὴ ἀθεεὶ τὸν Ἀλέξανδρον ἐν μνήμῃ τῶν ψηφιζομένων καὶ εἰρημέ νων γενέσθαι. Καὶ τίς οὗτος, φησὶν, ὁ Ἀλέξανδρος, οὗ τὴν μνήμην πεποίησθε; Εἶτά τινος τῶν συμπαρόν των ἐν γέλωτι παραγαγόντος εἰς μέσον τὸν μνημονευ θέντα, ῥακίοις πιναροῖς ἠμφιεσμένον, οὐδὲ ὅλῳ τῷ σώματι, καὶ ἅμα δεικνύντα τῷ φαινομένῳ τὴν ἐργασίαν χερσί τε καὶ προσώπῳ, καὶ τῷ λοιπῷ σώματι κατεῤῥυπωμένον τῇ ἐργασίᾳ τῶν ἀνθράκων, τοῖς μὲν λοιποῖς γέλωτος ἦν ὑπόθεσις, ἐν μέ σοις τοιοῦτος ἑστὼς ὁ Ἀλέξανδρος, τῷ δὲ διορα τικῷ ἐκείνῳ ὀφθαλμῷ πολλὴν παρεῖχεν ἔκπληξιν τὸ γινόμενόν τε καὶ ὁρώμενον· ἀνὴρ ἐν ἐσχάτῃ πενίᾳ, καὶ ἀπημελημένῳ τῷ σώματι πρὸς ἑαυτὸν βλέπων, καὶ οἷον ἐπαγαλλόμενος τούτῳ τῷ σχήματι, ὃ τοῖς ἀπαιδεύτοις ὀφθαλμοῖς ἦν ἐπιγέλαστον. Καὶ γὰρ οὕτως ἔχει. Καὶ οὐκ ἀνάγκῃ πενίας ἐπὶ τὸν τοι οῦτον ἐληλύθει βίον, ἀλλὰ καὶ φιλόσοφός τις ἦν ὁ ἀνὴρ, ὡς ὁ μετὰ ταῦτα βίος ἐγνώρισε, καὶ τῶν λοι πῶν ὑψηλότερος, ὡς καὶ μέχρι μαρτυρίου φθάσαι, διὰ πυρὸς τελειώσας τὸν δρόμον. Τὸ δὲ λανθάνειν ἐπ εχείρησεν, ἢ μᾶλλον ἐπετήδευσε, κρείττων ὑπάρχων τῆς ἐσπουδασμένης παρὰ τῶν πολλῶν εὐκληρίας, καὶ ἀντ' οὐδενὸς τὸν βίον ποιούμενος, τῆς ὑψηλοτέρας τε καὶ ἀληθοῦς ζωῆς τὴν ἐπιθυμίαν ἔχων. Καὶ ὡς ἂν μάλιστα τὸν πρὸς ἀρετὴν σκοπὸν κατορθώσειε, λαν θάνειν ἐμηχανᾶτο τοιοῦτος ὢν, τῷ ἀτιμοτέρῳ τῶν ἐπιτηδευμάτων οἷον εἰδεχθεῖ προσωπείῳ ὑποκρυπτό μενος. Ἄλλως δὲ, καὶ ὑπερανθῶν τῇ νεότητι, σφα λερὸν ἡγεῖτο τῷ τῆς σωφροσύνης σκοπῷ, φανερὸν ποιεῖν τὸ κάλλος τοῦ σώματος αὐτοῦ, ὥσπερ ἐμ πομπεύων τῇ εὐκληρίᾳ τῆς φύσεως· ᾔδει γὰρ χαλε πῶν καταπτωμάτων ἀφορμὴν τοῖς πολλοῖς τὸ τοιοῦ τον γινόμενον. 46.937 Ὡς ἂν οὖν μήτε πάθοι τι τῶν ἀβουλήτων, μήτε πάθους ὑπόθεσις ἀλλοτρίοις ὀφθαλμοῖς κατασταίη, διὰ τοῦτο καθάπερ τι προσωπεῖον εἰδεχθὲς τὴν ἀν θρακοποιίαν ἑκουσίως ἑαυτῷ περιτίθησι, δι' ἧς τὸ σῶμα τοῖς πόνοις πρὸς ἀρετὴν ἐγυμνάζετο, καὶ τὸ κάλλος τῷ ῥύπῳ τῶν ἀνθράκων ἐπεκαλύπτετο, καὶ ἅμα τὸ ἐκ τῶν πόνων αὐτῷ προσγινόμενον εἰς ἐντο λῶν ὑπηρεσίαν ᾠκονόμητο. Ἐπειδὴ τοίνυν μεταστή σας αὐτὸν τοῦ συνεδρίου, καὶ πάντα τὰ κατ' αὐτὸν μετὰ ἀκριβείας ἐπύθετο, τὸν μὲν δίδωσι τοῖς περὶ αὐτὸν ἐντειλάμενος ἃ πράττειν ἐχρῆν· αὐτὸς δὲ πάλιν καταλαβὼν τὸ συνέδριον, ἐκ τῶν ἐν χερσὶ τοὺς συνει λεγμένους ἐπαίδευε, τοὺς περὶ τῆς ἱερωσύνης αὐ τοῖς λόγους παρατιθέμενος, καὶ διὰ τούτων τὸν κατ' ἀρετὴν ὑπογράφων βίον. Καὶ διῆγεν ἐν τοῖς τοιούτοις λόγοις παρακατέχων τὸν σύλλογον, ἕως ἐκπληρώσαν τες οἱ ὑπηρετοῦντες αὐτῷ τὸ προστεταγμένον ἐπ έστησαν, ἔχοντες μεθ' ἑαυτῶν τὸν Ἀλέξανδρον, λουτρῷ τε τὴν ἐκ τῶν ἀσβόλων ἀηδίαν ἀποκλυσάμενον, καὶ τοῖς τοῦ μεγάλου ἱματίοις ἐστολισμένον. Ταῦτα γὰρ ἦν αὐτοῖς ἐντειλάμενος ποιῆσαι. Πάντων δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστραφέντων, καὶ θαυμαστικῶς πρὸς τὸ φαινόμενον διακειμένων, Οὐδὲν καινὸν πεπόν θατε, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκαλος, ὀφθαλμοῖς ἀπατηθέντες, καὶ τῇ αἰσθήσει μόνῃ τὴν κρίσιν τοῦ κάλλους ἐπιτρέψαντες. Σφαλερὸν γὰρ κριτή ριον τῆς τῶν ὄντων ἀληθείας ἡ αἴσθησις, τὴν πρὸς τὸ βάθος τῆς διανοίας εἴσοδον δι' ἑαυτῆς ἀπο κλείουσα. Ἅμα δὲ καὶ αὐτῷ τῷ τῆς εὐσεβείας ἐχθρῷ δαίμονι τοῦτο φίλον ἦν πάντως ἀργῆσαι τὸ τῆς ἐκλογῆς σκεῦος τῇ ἀγνοίᾳ συγκαλυπτόμε νον, μηδὲ παρελθεῖν εἰς μέσον ἄνδρα, τῆς ἐκείνου δυναστείας καθαιρέτην ἐσόμενον. Ταῦτα εἰπὼν προσάγει τῷ Θεῷ διὰ τῆς ἱερωσύνης τὸν ἄνδρα κατὰ τὸν νενομισμένον τρόπον τελειώσας τῇ χάριτι. Πάντων δὲ πρὸς τὸν νέον ἱερέα ἀποβλεπόντων, προτρα πείς τινα πρὸς τὴν ἐκκλησίαν λόγον ποιήσασθαι, ἔδειξεν εὐθὺς ἐν προοιμίοις τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἄψευστον ἐπ' αὐτῷ τοῦ μεγάλου Γρηγορίου τὴν κρί σιν. Ἦν γὰρ αὐτῷ πλήρης διανοίας ὁ λόγος, ἧττον τῷ ἄνθει κεκαλλωπισμένος τῆς λέξεως. Ὅθεν τις τῶν νέων ἀγέρωχος ἐκ τῆς Ἀτθίδος αὐτοῖς ἐπιχω ριάζων, τὸ ἀκαλλὲς τῆς λέξεως ὑπεγέλασεν, ὅτι μὴ τῇ περιεργίᾳ τῇ Ἀττικῇ κεκαλλώπιστο· ὅν φασιν ἐκ θειοτέρας