1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

16

καίτοι γε ἐφ' ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀποστρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ' ἄρα πρὸς ὑγίειαν τίς ἐπιτηδειότερος; οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδονῇ. Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρμαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες, πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ' ὑπὲρ δόξης ἴσως θρηνεῖς, τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης 47.339 ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας τὰς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων. ∆ιονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τίς οὖν, εἰπέ μοι, λαμπρότερος γέγονε; τίς δὲ ᾄδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφῇ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν· ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ' ὅτι καὶ δοῦλος γενόμενος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθεὶς, τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος. Τοιοῦτόν ἐστιν ἀρετή· οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τί δὲ ὁ τούτου διδάσκαλος Σωκράτης; πόσῳ Ἀρχελάου λαμπρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδὲν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλημένος ἐφαίνετο· ἀνυπόδετός τε ἔζη διαπαντὸς, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μόνον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ' ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται. Γούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖς γνώριμα, ἐκείνων δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι' ἑαυτοῦ,