1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

16

τούτους, ἐπεὶ καὶ ἡμεῖς καὶ τοὺς τελευτῶντας μακαρίζομεν τοὺς ζῶντας ποιοῦντες βελτίους, καὶ ὑμνοῦμεν κνίζοντες, καὶ ἀπόντας ἐπαινοῦμεν. Οὕτω καὶ ὁ Θεὸς, φησὶ, κελεύει πεμφθῆναι τοὺς λόγους, ὥστε καὶ τούτους βελτίους γενέσθαι κἀκείνους, ὥσπερ ὁ Παῦλός φησιν· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Οὕτω καὶ ὁ Θεὸς τούτους διεγείρει, ἐκείνους ἐπαινῶν. Ἐπειδὴ γὰρ χείρους ὑμῶν οὗτοί εἰσι λοιπὸν, ὑμῖν διαλέγομαι. Οὐ γὰρ δὴ ἱστορεῖται ὁ προφήτης οὗτος ἀπελθὼν εἰς Περσίδα, οὐδὲ πέμψαι κελεύει. Πορεύου γὰρ, φησὶν, καὶ ἀνάγνωθι τοὺς λόγους. Ἀμέτρητος ἡ τοῦ ∆εσπότου φιλανθρωπία, μετὰ γὰρ 64.785 τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν, διδάσκει δὲ ταύτης τὸν τρόπον. Ἀποστράφηθι πρός με, ἡ κατοικία Ἰσραήλ. Τοῦτο ζητεῖ μόνον ὁ Θεὸς, ἵνα κἂν ἐπιγνῶμεν ὑμῶν τὰ ἁμαρτήματα· τί μέγα ἀπαιτεῖ; ὑπὲρ ἡμῶν αὐτῶν, ἵνα γνῶμεν ὅτι ἀφίεται, ὅτι φιλάνθρωπός ἐστιν. Πλὴν γνῶθι μὲν ἀδικίαν σου, ὅτι εἰς Κύριον, κ. τ. λ. Ὅρα τὸ ἀκάθεκτον, ἐξέχεας, οὐδὲ ἁπλῶς· Ἡ γὰρ κώμη προέτρεπεν εἰς ἀσέβειαν. Οὐκ ἔνι εἰπεῖν οὐδὲ τοῦτο, ἔδει διακρῖναι, τίνι κεχρῆσθαι ἐχρῆν. Πᾶν ξύλον εἰς ἀσέβειαν προὔκειτο. Εἰς δὲ ἀλλοτρίους, τοὺς δαίμονας, φησί. Καὶ οὐκ ἔνι εἰπεῖν, ὅτι οὐ παρῄνουν, οὐδὲ συνεβούλευον, ἀλλ' ἐμοῦ παραινοῦντος ταῦτα ἐποίησας, τῆς δὲ φωνῆς μου οὐκ ἤκουσας, ἀλλὰ τοῖς ἀφωνοτάτοις προσέσχες. Ἀρχὴ γὰρ ὑγείας, αἴσθησις ἀῤῥωστίας, καὶ ἐξέχεας τὰς ὁδούς σου. Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιητὴν, καὶ εὐεργέτην καταλιποῦσα ἀλλοτρίοις συνήφθης. Τίνες δὲ οὗτοι; ὑποκάτω παντὸς ξύλου ἀλσώδους, ἔδειξε τῆς πλάνης τὸ ἀκερδὲς, ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, νομοθετῶν γὰρ εἶπεν· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν. Ὅρα μετὰ τὴν κατηγορίαν πάλιν παραίνεσιν, καὶ συμβουλὴν, εἰ τοίνυν ἀφεστηκότες εἰσὶ, τί καλεῖς; ∆ιότι ἐγὼ κατακυριεύσω ὑμῶν, ὥσπερ ἀνάγκην τῆς ἐπιστροφῆς, φησίν. Ὥσπερ ἂν εἴ τις πρὸς οἰκέτην λέγει, Ἐμοὶ δουλεῦσαι ἔχεις, τίνος ἕνεκεν ἀπεπήδησας, τὴν κατοίκησιν κυρίαν λέγει. Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς. Ἔλαττον τὸ σωζόμενον, τοῦτο καὶ ἐν τῇ μελλούσῃ γίνεται κρίσει, ἐλάχιστοι οἱ σωζόμενοι. Ἐγὼ κατακυριεύσω ὑμῶν. *Τουτέστι, Κύριος ὢν πάντων, καὶ τοὺς ἤδη ὑπὸ τῶν πολεμίων ληφθέντας δυνήσομαι ἀναγαγεῖν οὐδένα ὑπολιπόμενος. Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου. Αὕτη ὄντως εὐεργεσία τὸ, ποιμένων τυγχάνειν ἀγαθῶν, ὥσπερ οὖν καὶ τοὐναντίον τιμωρία μεγίστη, πολλῆς γὰρ δεῖται ἐπιστήμης ὁ ποιμήν· εἰ γὰρ ὁ σωματικὸς ποιμὴν πάντα ἂν ἐπέσχε, πολλῷ μᾶλλον ὁ πνευματικὸς, ὄντως ἀνδρείας χρείας πολλῷ μᾶλλον, ἢ ἐκείνῳ, ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Καὶ ἔσται, ἐὰν πληθυνθῆτε. Ἐπειδὴ γὰρ αὐτοὺς ἐλύπει τὸ, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, ἐπήγαγεν, Ὅτι πληθύνεσθε. Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες ἐπανελθεῖν πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν. 64.788 Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι. Ἀσαφὲς εἶναί μοι τοῦτο δοκεῖ. Τινὲς μέν φασιν, ὅτι οὐκ ἔσται φοβερὰ, τινὲς δὲ λέγουσιν ὅτι οὐ δεηθήσονται τοῦ νόμου, ὥσπερ ὅταν λέγῃ, Καρδίαν καινὴν, καὶ ἐπαρῶ τὴν καρδίαν τὴν λιθίνην, τουτέστι, τὸ πνεῦμα ὑμῖν ἔσται, ἀντὶ πάντων αὐτὸ διδάξει, καὶ καθοδηγήσει ἡμᾶς, οὐδὲ ὀνομασθήσεται. *Οὐκ ἀναβήσεται, τουτέστιν ἡ κιβωτός. Οὐδὲ ὀνομασθήσεται ἐν αὐτῇ, τουτέστιν ὁ νόμος. Οὐδὲ ἐπισκεφθήσεται ἔτι, τουτέστιν οὐδὲ βασταχθήσεται. Καὶ οὐ ποιηθήσεται ἔτι, τουτέστιν, ὡς ἤδη πρότερον, ὅτε μετῆγον αὐτὴν πανταχοῦ οἱ ἱερεῖς βαστάζοντες. Ἵνα εἴπῃ· Ἐπιδοξωτέραν ὑμῖν μετανοοῦσιν τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον παρέξω τῆς ἀπ' Αἰγύπτου ἐξόδου. Καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν, καὶ οὐ πορεύσονται ἔτι. Οὐ νόμῳ πολέμου, ἀλλ' εὐσεβείας καλούσης αὐτοὺς, ἢ τοὺς πολίτας