16
φησί· σωφροσύνη γὰρ τοῦτο λέγεται ἡ τῶν φρενῶν σωτηρία. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἐν τοῖς γεγηρακόσι λυττῶντες ἄνθρωποι, παράφρονες, οἱ μὲν ἀπὸ οἴνου, οἱ δὲ ἀπὸ λύπης· μικροψύχους γὰρ τὸ γῆρας ποιεῖ. Ὑγιαίνοντας ἐν τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. Καὶ καλῶς εἴρηκε, Τῇ ὑπομονῇ· καὶ τοῦτο γὰρ μάλιστα τοῖς γέρουσιν ἁρμόζει· Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, τουτέστιν, ἀπ' αὐ 62.683 τοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δεικνυμένας τὴν κοσμιότητα. Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Μάλιστα γὰρ τοῦτο γυναικῶν τὸ ἐλάττωμα καὶ τοῦ γήρως· τῷ γὰρ κατεψῦχθαι τὰς ἡλικίας πολλὴ καὶ τούτου γίνεται ἡ ἐπιθυμία. Ὅθεν καὶ περὶ τούτου μάλιστα τὴν παραίνεσιν πρὸς αὐτὰς ποιεῖται, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος, καὶ διαφυγεῖν τὸν ἐντεῦθεν γέλωτα. Καὶ γὰρ εὐκολώτερον καὶ οἱ κάτωθεν ἀτμοὶ ἀναφέρονται, καὶ αἱ μήνιγγες τὴν βλάβην δέχονται τῷ πεπαλαιῶσθαι αὐτὰς τῷ χρόνῳ· καὶ ἐντεῦθεν ἡ μέθη μάλιστα γίνεται. ∆εῖ μὲν οὖν οἴνου τῇ ἡλικίᾳ ταύτῃ μάλιστα, ἀσθενὴς γάρ· δεῖ δὲ οὐ πολλοῦ, ὥσπερ οὐδὲ ταῖς νέαις, οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ σφόδρα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτεσθαι. Καλοδιδασκάλους. Καὶ μὴν κωλύεις γυναῖκας διδάσκειν· πῶς οὖν ἐνταῦθα ἐπιτρέπεις, ἐν τοῖς ἑτέρωθι λέγων, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Ἀλλ' ἄκουε τί ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἀνδράσι μὲν γὰρ ἐπιτέτραπται διδάσκειν ἄνωθεν καὶ ἄνδρας καὶ γυναῖκας· γυναιξὶ δὲ τὸν μὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ' οἰκίας, οὐδαμοῦ δὲ προκαθῆσθαι συγχωρεῖ, οὐδὲ μακρὸν ἀποτείνειν λόγον ἀφίησι. ∆ιὰ τοῦτο ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἵνα σωφρονίζωσι, φησὶ, τὰς νέας. βʹ. Ὁρᾷς πῶς συμπλέκει καὶ συνάγει τὸν λαόν; πῶς ὑποτάττει τὰς νεωτέρας ταῖς γεγηρακυίαις; Οὐ γὰρ περὶ θυγατέρων ἐνταῦθα διαλέγεται, ἀλλ' ἁπλῶς ἀπὸ τῆς ἡλικίας. Ἑκάστη, φησὶ, πρεσβυτέρα τὴν νεωτέραν σωφρονιζέτω. Φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· Γυνὴ γὰρ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Τούτου γὰρ ὄντος, οὐδὲν τῶν ἀηδῶν συμβήσεται. Πῶς γὰρ, τῆς κεφαλῆς πρὸς τὸ σῶμα συννενευκυίας, καὶ μηδεμιᾶς ἐκεῖ διαστάσεως οὔσης, οὐ πάντα τὰ λοιπὰ εἰρηνεύσεται; τῶν γὰρ ἀρχόντων ἐν εἰρήνῃ ὄντων, τίς ὁ διαιρῶν καὶ διατέμνων τὴν εἰρήνην; ὥσπερ αὖ τούτων κακῶς διακειμένων, οὐδὲν ὑγιὲς ἔσται κατὰ τὴν οἰκίαν. Οὐδὲν οὖν τούτου μεῖζον· καὶ χρημάτων καὶ εὐγενείας καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων τοῦτο λυσιτελέστερον. Οὐκ εἶπεν ἁπλῶς, ἐν εἰρήνῃ εἶναι, ἀλλὰ, φιλεῖν τοὺς ἄνδρας. Ὅταν γὰρ ἀγάπη ᾖ, οὐδὲν τῶν δυσκόλων παρείσδυσιν ἕξει· ἀπὸ ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά. Φιλοτέκνους, φησί. Καλῶς· ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον καὶ τοὺς καρπούς. Σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς. Πάντα ἀπ' ἐκείνης τίκτεται· καὶ γὰρ ἀγαθαὶ καὶ οἰκουροὶ ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας γίνονται. Ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· ὡς ἥ γε τοῦ ἀνδρὸς καταφρονοῦσα καὶ τῆς οἰκίας ἀμελεῖ. Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφροσύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πει[σ]θήσεται· κἂν Χριστιανὸς, βελτίων ἔσται. Ὁρᾷς τοῦ Παύλου τὴν συγκατάβασιν; Ὁ πάντα πράττων ὥστε ἡμᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα. Τούτων γὰρ καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἔξει· ἑτέρως δὲ, κἀκεῖνα λυμαίνεται. Ἡ γὰρ οἰκου 62.684 ρὸς γυνὴ καὶ σώφρων ἔσται, ἡ οἰκουρὸς καὶ οἰκονομική· οὔτε περὶ τρυφὴν, οὔτε περὶ ἐξόδους ἀκαίρους, οὔτε περὶ ἄλλο τι τῶν τοιούτων ἀσχοληθήσεται. Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, βλασφημῆται. Ὁρᾷς ὅτι προηγουμένως τοῦ κηρύγματος φροντίζει, οὐχὶ τῶν κοσμικῶν πραγμάτων; Καὶ γὰρ πρὸς Τιμόθεον γράφων φησίν· Ἵνα ἤρεμον καὶ ἡσύχιον