1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

βασιλικὸν θρόνον, τοὺς αὑτῆς τροφίμους μετ' ἀδείας εἰσάγουσα. Αἱ εὐχαὶ γάρ σου, φησὶ, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Τί οὖν μὴ καὶ ἡμεῖς πρὸς τὸ ὕψος ἀναβῶμεν ἐκεῖνο, ἀπαλλαγέντες τῆς ἀκαίρου ταύτης πλεονεξίας καὶ ἀχρήστου τρυφῆς καὶ φιλοτιμίας; Τὰ περιττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρίσαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ' ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενήσεται καὶ ἵλεως· κἂν μυρία ὦμεν πεπλημμεληκότες, μεταδώσει συγγνώμης ἡμῖν καὶ ἀπολογίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.