1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

16

παρὰ Θεοῦ ταῖς ἡμετέραις ἐνιδρυμένον ψυχαῖς. Ὄντως "ὁ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται". Οὐ μὴν οὐδὲ ὁ κλέπτων κολάσεως ἀπεστέρηται, ἀλλὰ δίδωσι μὲν δίκην, ἐλάττονα δέ. Αἱ γὰρ συγκρίσεις οὐκ εἰς τὴν ἐναντίαν ἐξωθοῦσιν τάξιν τὰ συγκρινόμενα, ἀλλ' ἀφιεῖσαι μένειν ἐπὶ τῆς οἰκείας χώρας αὐτά, ἐλάττωσιν εἰσάγουσι καὶ ὑπεροχήν. Τάχα οὐ συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον εἰπεῖν. Καλὸν ὁ γάμος, ἀλλὰ κρείττων ἡ παρθενία· οὐκ ἐπειδὴ κρείττων ἡ παρθενία, διὰ τοῦτο κακὸν ὁ γάμος, ἀλλ' ἔλαττον μὲν ἐκείνου, καλὸν δὲ καὶ αὐτό. Οὕτω καὶ ἐνταῦθα· κακὸν ἡ κλοπή, ἀλλὰ χεῖρον ἡ μοιχεία· οὐκ ἐπειδὴ χεῖρον ἡ μοιχεία, διὰ τοῦτο οὐ κακὸν ἡ κλοπή, ἀλλ' ἔλαττον μὲν ἐκείνου, κακὸν δὲ καὶ αὐτό. Εἶδες ἁμαρτημάτων διαφοράς; Ἴδωμεν οὖν ποίαν οὗτος ἁμαρτίαν ἥμαρτεν. "Ὑψώθη, φησίν, ἡ καρδία αὐτοῦ." Χαλεπὸν τὸ τραῦμα· ἀπόνοια γάρ ἐστιν, ἀπόνοια ἡ πηγὴ πάντων τῶν κακῶν. Καὶ ἵνα συντόμως μάθῃς τοῦ νοσήματος τὴν κακίαν, ἐκεῖνο ἄκουσον. Τὰ μὲν ἄλλα ἁμαρτήματα περὶ τὴν ἡμετέραν στρέφεται φύσιν, ἡ δὲ ὑπερηφανία δύναμιν ἀσώματον κατέσπασεν καὶ κατέβαλεν ἄνωθεν. Τὸν γὰρ διάβολον, οὐκ ὄντα πρότερον διάβολον, τοῦτο εἶναι διάβολον ἐποίησεν. Κἂν μὲν τὸν Ἡσαΐαν παραγάγωμεν μάρτυρα λέγοντα οὕτω περὶ αὐτοῦ· "Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ", οἱ τὰς ἀλληγορίας οὐχ ἡδέως δεχόμενοι παραγράψονται τὴν μαρτυρίαν ἡμῶν· ἂν δὲ τὸν Παῦλον ἐπιστήσωμεν αὐτῷ κατήγορον, οὐδεὶς οὐκέτι λοιπὸν ἀντερεῖ. Τί οὖν ὁ Παῦλος Τιμοθέῳ γράφων; ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ μέγα τῆς ἐπισκοπῆς ἄγειν ἀξίωμα, οὑτωσί πώς φησιν· "Μὴ νεόφυτον, ἵνα μὴ τυφωθείς, εἰς κρῖμα ἐμπέσῃ [καὶ παγίδα] τοῦ διαβόλου"· ἵνα μὴ τὰ αὐτὰ ἁμαρτὼν ἐκείνῳ, φησί, τὰ αὐτὰ αὐτῷ κολάζηται. 3.4 Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐξ ὧν τῷ πρώτῳ πάντων ἀνθρώπων γενομένῳ συνεβούλευσεν ὁ πονηρὸς δαίμων ἐκεῖνος. Ὥσπερ γὰρ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν, δι' ὧν αὐτοὶ γεγόνασιν ἀγαθοί, οὕτω καὶ τοῖς πονηροῖς ἔθος τοιαῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι' ὧν αὐτοὶ γεγόνασι φαῦλοι. Ἓν γὰρ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστιν καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τί οὖν διάβολος συνεβούλευσε τῷ Ἀδάμ; Μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν καὶ ἰσοθεΐαν ἐλπίσαι. Εἰ γὰρ ἐμὲ τοῦ οὐρανοῦ τοῦτο, φησίν, ἐξέβαλεν, πολλῷ μᾶλλον τοῦτον τοῦ παραδείσου τὸ αὐτὸ τοῦτο ἐκβαλεῖ. ∆ιὰ τοῦτο καὶ ὁ Σολομῶν ἔλεγεν· "Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται." Οὐκ εἶπεν ὅτι ὁ Θεὸς ὑπερηφάνους ἀφίησιν καὶ ἐγκαταλιμπάνει καὶ τῆς οἰκείας βοηθείας γυμνοῖ, ἀλλ' "Ἀντιτάσσεται", φησίν, οὐχ ὅτι παρατάξεως αὐτῷ καὶ μάχης ἔδει πρὸς τὸν ὑπερήφανον· τί γὰρ ὑπερηφάνου γένοιτ' ἂν ἀσθενέστερον; Ὥσπερ γὰρ ὁ τὰς ὄψεις ἀπολέσας ἅπασι πρόκειται πρὸς τὸ κακῶς παθεῖν, οὕτως ὁ ὑπερήφανος, ὁ μὴ εἰδὼς τὸν Κύριον "ἀρχὴ γάρ, φησίν, ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον", καὶ ἀνθρώποις εὐάλωτός ἐστιν, τοῦ φωτὸς ἐκπεσὼν ἐκείνου. Εἰ δὲ ἰσχυρὸς ἦν, οὐκ ἂν παρατάξεως ἐδέησε τῷ Θεῷ πρὸς αὐτόν· ᾧ γὰρ ἡ βούλησις ἤρκεσε πρὸς τὸ πάντα παραγαγεῖν, πολλῷ μᾶλλον καὶ πρὸς τὴν ἀναίρεσιν αὐτῶν ἤρκεσεν ἄν. Τίνος οὖν ἕνεκεν, φησίν, ἀντιτάσσεται; Ἵνα τὸ σφοδρὸν τῆς ἀπεχθείας ἐνδείξηται τῆς πρὸς τὸν ὑπερήφανον. Ὅτι μὲν οὖν χαλεπὸν τὸ τραῦμα τὸ ὑπερηφανίας καὶ ἐκ τούτων, καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλον. Εἰ δὲ βούλεσθε, καὶ τὴν αἰτίαν αὐτὴν μάθωμεν, ἀφ' ἧς τὸ ἕλκος ἐγένετο. Καὶ γὰρ ἔθος τῇ Γραφῇ, ἐπειδὰν μέλλῃ τινὸς κατηγορεῖν, μὴ τὴν ἁμαρτίαν αὐτοῦ λέγειν μόνον, ἀλλὰ καὶ αἰτίαν τῆς ἁμαρτίας διδάσκειν ἡμᾶς· ποιεῖ δὲ τοῦτο, τοὺς ὑγιαίνοντας ἀσφαλεστέρους κατασκευάζουσα πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὕτω καὶ ἰατροί,