1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

16

Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶν 51.87 τες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ' ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παραγέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁ 51.88 Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολιτείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται

δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.

αʹ. Ὅταν μὲν εἰς τὴν πτωχείαν τῆς διανοίας ἴδω τῆς ἐμαυτοῦ, ναρκῶ καὶ

ἀναδύομαι, πρὸς διάλεξιν τοσούτου δήμου καλούμενος· ὅταν δὲ εἰς τὴν προθυμίαν ἀναβλέψω τὴν ὑμετέραν, καὶ τὸ τῆς ἀκροάσεως ἀκόρεστον, θαῤῥῶ καὶ διανίσταμαι, καὶ μετὰ προθυμίας πρὸς τὸ τῆς διδασκαλίας ἀποδύομαι στάδιον. Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ. Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυόμενα, ἐπειδὰν ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν κατάδυσιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται, καὶ κοινῇ μεθ' ἡμῶν σκιρτᾷ· οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ὥσπερ εἴς τινα φωλεὸν τῆς ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγάπης, ἀφίησι τὸν φωλεὸν, καὶ μεθ' ὑμῶν ἀγελάζεται, κοινῇ μεθ' ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρτήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι, ἐν τῷ παραδείσῳ τῆς Γραφῆς. Καὶ γὰρ πνευματικὸς λειμὼν, καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἐστιν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων. Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευσεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε. Καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης τὰς Γραφὰς ἥπλωσεν, ἄκουσον τοῦ προφήτου λέγοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς, κἂν πρὸς τὰς Βρεταννικὰς νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ, 51.88 πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ, διανοίᾳ δὲ συμφώνῳ. Ὁ μὲν γὰρ φθόγγος τῆς γλώσσης, ἐνήλλακται, ὁ δὲ τρόπος τῆς εὐσεβείας οὐκ ἐνήλλακται· καὶ βαρβαρίζουσι μὲν τῇ γλώττῃ, φιλοσοφοῦσι δὲ τῇ γνώμῃ· καὶ σολοικίζουσι μὲν τῷ φθόγγῳ,