ἔλλειψιν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ πνεύματος εἶναι νομίσῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται καὶ ἀπὸ μεγάλων ἀγαθῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνεύματος ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίσας. Ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ θεῷ ἀφιερῶν πάντοτε κατὰ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ τὸν πόνον ἐν μηδενὶ ἐλλείπων, παρ' αὐτοῦ δὲ τὴν λύτρωσιν τῶν παθῶν διὰ τῆς ἀντιλήψεως τῆς χάριτος ἐκδεχόμενος, εἰς αὐτὴν τὴν ἀκρότητα ἀρετῆς καὶ καθαρότητος καταντῆσαι καταξιοῦται. ὥσπερ γὰρ ὁ ἐν τῷ βίῳ ἡδυπαθῶς διαιτώμενος καὶ τῇ ἁμαρτίᾳ ἑαυτὸν ὁλοτελῶς ἐκδεδωκὼς τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας [ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ], ἀσωτίαν καὶ πορνείαν, μέθην καὶ πλεονεξίαν, φθόνον καὶ δόλον καὶ ἀσέλγειαν, ἔριν καὶ μῖσος, φιλαργυρίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ ἐργάζεται, οὕτως καὶ ὁ τέλειος 277 Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς καρποὺς τοῦ πνεύματος τοὺς ὑπὲρ τὴν φύσιν, τὴν ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πραότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ ταπεινοφροσύνην καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἔργα, ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς καὶ μηκέτι πρὸς τὰ πάθη τῆς κακίας πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ κυρίου τελείως καὶ ἐνεργούμενος ἐν ταῖς ἀρεταῖς ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος. οὗτός ἐστιν ὁ κολληθεὶς τῷ κυρίῳ καὶ γενόμενος εἰς ἓν πνεῦμα. διὰ γὰρ πνεύματος ἐνεργείας καὶ ἁγιότητος ἀρετῶν πάθη μιαρὰ καὶ ἐνέργεια κακίας κατασβεσθῆναι δύναται. οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ ἁγίου πνεύματος ἀκαμάτως λοιπὸν ἐπιτελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ πνεύματος καὶ ἐν πολλῇ ἐπιθυμίᾳ τὸ συμπαθεῖν τῷ Χριστῷ δεχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρωποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι καὶ τὰς λοιπὰς τοῦ βίου τούτου 278 ἀπολαύσεις ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι' ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρημένα τοῦ χριστιανισμοῦ ἐνεργήματα φθάσαι καταξιωθέντες τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τοῦ κυρίου, τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδωρηθῆναι, τὸ μαστιχθῆναι καὶ ὥσπερ κάθαρμα τοῦ κόσμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑποβληθῆναι ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται, μᾶλλον δὲ διὰ πολλῆς ἐπιθυμίας ἔχουσι. Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει κατὰ τὸ ἀποστολικὸν λόγιον· Οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι, καὶ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχεν βοᾷ λέγων· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. καὶ πάλιν· Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ· ἡ γὰρ τοῦ ἁγίου πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρασκευάσει διὰ