17
"Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ," ἅπερ προσετάχθη εἰπεῖν. Ἡμεῖς μὲν οὖν ἄντικρυς θαυμάζομεν, εἰ μὴ ἤδη καὶ αὐτοὶ τῆς ἀτοπίας καὶ ἀσθενείας τῶν οἰκείων δοξασμάτων αἰσθάνονται, καὶ ὡς γελοῖοί εἰσι, τοιαῦτα περὶ τοῦ Θεοῦ διανοούμενοι, καὶ τὰ σαφῆ ὡς δυσδιαίτητα διαστρέφοντες. Καὶ οἰόμεθα μὴ σφάλλεσθαι οὕτως ἔχοντες, ὅτι τοῖς κατ' αὐτοὺς ὁ μακρόθυμος Θεὸς παριστῶν, ὡς οὐχ ὑπολείπεται αὐτοῖς οὔτ' ἀντιλογίας ὑπόθεσις, οὔτ' ἀπολογίας ἀφορμὴ, διὰ τοῦ Ἰεζεκιὴλ ἔφη· "Εἰ Πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; Καὶ εἰ Κύριος ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου;" Ἀλλὰ ταῦτα μὲν οὕτως· ἐφ' ὃ δὲ ἡμῖν ὁ λόγος ὥρμηται, μετιτέον. Ἴδωμεν δὲ, τί λέγει καὶ αὖθις ὁ Παῦλος, Φιλιππησίοις γράφων· "Βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ." Θεὸς οὖν τὸ ἅγιον Πνεῦμα, πᾶσαν ἀναπεμπομένην θυσίαν σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ δεχόμενον· εὔδηλον γὰρ, ὡς ἡ λατρεία τῷ Θεῷ μόνῳ ὀφείλεται. Ἀλλ' οἱ αἱρετικοὶ κόρακες βλέπετε πῶς τοῖς θείοις λυμήνασθαι ἐπεχείρησαν ῥητοῖς, δι' ἑνὸς στοιχείου ὑπαλλαγῆς· τινὲς γὰρ αὐτῶν ἐποίησαν, "Οἱ Πνεύματι Θεῷ λατρεύοντες," ἵνα μὴ δείκνυται ἡ λατρεία τῷ Πνεύματι τοῦ Θεοῦ, ἀλλ' ἐν πνεύματι τῷ Θεῷ καὶ Πατρὶ μόνῳ προσαγομένη. Ὥσπερ καὶ ἐν τῇ πρὸς Κορινθίους τοῦ Παύλου γεγραφότος· "Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν·" ἐκεῖνοι ἐναλλάξαντες ἐποίησαν· ∆ιὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν· ἵνα μὴ ζωοποιὸν καὶ δημιουργὸν δείκνυται. Καὶ Ῥωμαίοις γράψαντος αὐτοῦ· "Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·" ἐκεῖνοι ἐποίησαν, θεότης· ἔστιν δὲ τὸ αὐτό· ἀλλ' ὅμως διὰ τὸ στενοῦσθαι τὰς περὶ τοῦ μεγαλωνύμου Πνεύματος 39.665 ἀποδείξεις, τὰς διὰ τοῦ εἰρῆσθαι αὐτὸ Πνεῦμα θεῖον, δηλούσας αὐτὸ Θεόν. Καὶ τοῦ προφήτου Ἀμὼς ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος εἰρηκότος· "Ἰδοὺ ἐγὼ στερεῶν βροντήν·" περιεῖλον τὸ "ἐγώ·" ἵνα μὴ δείκνυται τοῦ ἁγίου Πνεύματος ἡ φωνὴ, ἀλλὰ γὰρ τοῦ Πατρὸς, ἢ τοῦ προφήτου. Οὐκ ἔστιν δὲ τέως τοῦ Πατρὸς καὶ Θεοῦ, διὰ τὸ ἔχειν εὐθέως· "Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·" καὶ μὴ εἰπεῖν· Τὸν Χριστόν μου, ὡς ἐν ψαλμῷ λέγει· "Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." Καὶ ἐν πολλοῖς δὲ φαίνονται παρατρώσαντες ἐξεπίτηδες κἀντεῦθεν, τὴν ἀκριβῆ διάγνωσιν τῶν νοθευθέντων τόπων, τό γε ἐπ' αὐτοῖς, ἀφανίσαντες. Καὶ τοῦτο οὔπω ἦν δεινὸν, καίπερ ὂν σφόδρα δεινὸν, εἰ μὴ οὕτω παρ' ἐκείνων παραποιηθεῖσαι βίβλοι ἦλθον καὶ εἰς ὀρθῶς πιστεύοντας, ἀμαντεύτως ἔχοντας τῆς τοιαύτης ῥᾳδιουργίας. 39.668.10 ΚΕΦ. ΙΒʹ. Περὶ τοῦ τὸ ἅγιον Πνεῦμα ἀνακαινίζειν ἡμᾶς τῷ βαπτίσματι· καὶ ὡς ∆εσπότην ἐλευθεροῦν· καὶ ποιεῖν μετόχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Πατρός· καὶ τὰ λοιπά. Καὶ περὶ τοῦ ἀνόνητον εἶναι τὸ βάπτισμα τοῖς μὴ πιστεύουσιν ὅτι Θεὸς τὸ Πνεῦμα· καὶ ὅτι ἄλλη ἡλίου δόξα. καὶ ἄλλη σελήνης, καὶ ἄλλη ἀστέρων. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἀπόχρη, ἵνα μὴ πολὺ ὁ λόγος ἐν ἐκτροπῇ γένηται. Ἐπανίωμεν δὲ πάλιν ἐπὶ τὴν μεγαλόδωρον τοῦ ἁγίου Πνεύματος θεότητα. Ἀνακαινίζει τοίνυν ἡμᾶς τὸ ἅγιον Πνεῦμα ἐν τῷ βαπτίσματι, ὡς Θεὸς, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ ἀπὸ τοῦ ἀκαλλοῦς εἰς τὸ πρεσβύτερον ἀνάγει κάλλος, καὶ τῆς ἑαυτοῦ πίμπλησιν χάριτος, ὡς μηδὲν ἔτι τῶν ἀνεράστων δύνασθαι χωρεῖν· καὶ ἐλευθεροῖ ἀπὸ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου· καὶ ἀπὸ χοϊκῶν, ὅ ἐστιν ἀπὸ γῆς καὶ σποδοῦ, ποιεῖ πνευματικοὺς, καὶ μετόχους θείας δόξης, καὶ υἱοὺς καὶ κληρονόμους τοῦ Θεοῦ καὶ Πατρὸς, συμμόρφους τε τῆς εἰκόνος τοῦ Υἱοῦ, καὶ συγκληρονόμους αὐτοῦ, καὶ ἀδελφοὺς συνδοξασθησομένους καὶ συμβασιλεύσοντας αὐτῷ· καὶ ἀντὶ γῆς πάλιν δωρεῖται τὸν οὐρανὸν, καὶ τὸν παράδεισον ἀφθόνως χαρίζεται· καὶ ἀγγέλων ἤδη ποιεῖ τιμιωτέρους· 39.669 καὶ τοῖς θείοις τῆς κολυμβήθρας ῥείθροις τὴν