1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

17

συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί. 106 Ὁ συκοφαντῶν πτωχὸν (edd. πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παρ' αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ' αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ' ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦντες, πτωχεύσαντα δι' ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ' αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ' αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει (edd. εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ' ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. 107 Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: ∆εῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν (edd. μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ' ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς σωτῆρος. Ἀλλ' ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ